Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 64-2
Not analysed yet
(64) Ὅτι Ἀγαθαρχίδης φησὶν εἶναι γένος ἐν τῇ Λιβόῃ τινῶν ἀνθρώπων· καὶ μέντοι καὶ καλεῖσθαι αὐτοὺς Ψύλλους. καὶ ὅσα μὲν κατὰ τὸν ἄλλον βίον τῶν λοιπῶν ἀνθρώπων διαφέρει οὐδέν, τὸ δὲ σῶμα ἔχει ξένον τε καὶ παράδοξον ὡς πρὸς τοὺς ἑτεροφύλους ἀντικρινόμενον. τὰ γάρ τοι ζῷα τὰ δάκνοντα καὶ τὰ ἐγχρίπτοντα πάμπολλα ὄντα μηδὲν αὐτοὺς μόνους ἀδικεῖν. οὔτε γοῦν ὄφεως δακόντος ἐπαΐουσιν οὔτε φαλαγγίου νύξαντος, ὡς τοὺς ἄλλους, εἰς θάνατον οὔτε μὴν σκορπίου κέντρον ἀπερείσαντος. ἐπὰν δὲ ἄρα τούτων προσπελάσῃ τι ἅμα καὶ παραψαύσῃ τοῦ σώματος καὶ ἅμα τι καὶ ὀσμῆς τῆς ἐκείνων ψαύσγῃ ἢ σπάσῃ, ὥσπερ οὖν φαρμάκου γευσάμενον ὑπνοποιοῦ, κάρωσίν τινα ἑλκτικὴν εἰς ἀναισθησίαν ἐμποιοῦντος ἐξασθενεῖ καὶ παρεῖται, ἔστ’ ἂν παραδράμῃ ἄνθρωπος. ὅπως δὲ ἐλέγχουσι τὰ ἑαυτῶν βρέφη εἴτε ἐστὶ γνήσια εἴτε καὶ νόθα ἐν τοῖς ἑρπετοῖς βασανίζοντες ὡς ἐν τῷ πυρὶ τὸν χρυσὸν οἱ βάναυσοι χρυσουργοί, ἀνωτέρω εἶπον.