Ancient Greek · ~2 min
616 to 617
Aristophanes of Byzantium, Historiae Animalium Epitome 616-617
Not analysed yet
(616) Μόνας ἀκούω τῶν ζῴων τὰς ἵππους καὶ κυούσας ὑπομένειν τὴν τῶν ἀρρένων μίξιν· εἶναι γὰρ λαγνιστάτας. διὰ ταῦτά τοι καὶ τῶν γυναικῶν τὰς ἀκολάστους ὑπὸ τῶν σεμνοτέρας αὐτὰς εὐθυνόντων καλεῖσθαι ἵππους. (617) Οἱ ἵπποι, τὰς κάτω βλεφαρίδασ οὔ φασιν αὐτοὺς ἔχειν. Ἀπελλῆν οὖν τὸν Ἐφέσιον αἰτίαν λέγουσιν ἔχειν, ἐπεί τινα ἵππον γράφων οὐ παρεφύλαξε τὸ ἵδιον τοῦ ζῴου. οἱ δὲ οὐκ Ἀπελλῆν φασι ταύτην τὴν αἰτίαν ἐνέγκασθαι, ἀλλὰ Νίκωνα, ἀγαθὸν μὲν ἄνδρα γράψαι τοῦτο τὸ ζῷον, σφαλέντα δὲ ἐς μόνον τὸ εἰρημένον.