Ancient Greek · ~5 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 618
Not analysed yet
(618) Ἵππος εἰ τυγχάνει κηδεμονίας ἀμείβεται τὸν εὐεργέτην εὐνοίᾳ τε καὶ φιλίᾳ. καὶ ὁποῖος μὲν ἦν ὁ Βουκέφαλος εἰς Ἀλέξανδρον διαρρεῖ πανταχόσε ὁ λόγος, καὶ οὔ μοι λέγειν αὐτὸν ἥδιόν ἐστι. καὶ τὸν Ἀντόχου δὲ ἵππον τὸν τιμωρήσαντα τῷ δεσπότῃ καὶ ἀποκτείναντα |τὸν Γαλάτην ὅσπερ οὖν ἀπέσφαξε τὸν Ἀντίοχον ἐν τῇ μάχη (ὄνομα δὲ τῶ Γαλάτῃ Κεντοαράτης ἦν) ἐῶ καὶ τοῦτον. Σωκλῆς δὲ ἄρα (οὐ γάρ τί που πολλοὶ τόνδε μοι δοκοῦσιν ἐγνωκέναι) Ἀθηναῖος μὲν ἦν, καλὸς δὲ καὶ ἐδόκει καὶ ἐπεφύκει. οὗτος οὖν ἐπρίατο ἵππον ὡραῖον μὲν καὶ αὐτόν, ἐρωτικὸν δὲ ἰσχυρῶς καὶ οἷον σοφώτερον ἢ κατὰ τοὺς ἄλλους ὁρᾶν ἵππους. οὐκοῦν ἐρᾷ τοῦ δεσπότου δριμύτατα, καὶ προσιόντος ἐφριμάττετο καὶ ἐπικροτοῦντος ἐφρυάττετο, καὶ ἀναβαίνοντος ἑαυτὸν παρεῖχεν εὐπειθῆ, καὶ παρεστῶτος κατὰ πρόσωπον ὁ δὲ ὑγρὸν ἑώρα. καὶ ταῦτα μὲν ἐρωτικὰ ὄντα ἤδη ὅμως τερπνὰ ἐδόκει· ἐπεὶ δὲ ἧν ὥς τι καὶ δρασείων εἰς τὸ μειράκιον προπετέστερος, καὶ διέρρει λόγος ὑπὲρ ἀμφοῖν ἀτοπώτερος, ὁ Σωκλῆς οὐκ ἐνεγκῶν τὸ ἀπόφημον, ὡς ἐραστὴν ἀκόλαστον μισήσας ἀπημπόλησε τὸν ἵππον. ὁ δὲ οὐ φέρων τὴν ἐρημίαν τὴν ἀπὸ τοῦ καλοῦ, ἑαυτὸν τοῦ ζῆν ἀπήλλαξε λιμῷ βιαιοτάτῳ.