Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 619
Not analysed yet
(619) Μήτηρ δὲ ἄρα καὶ ἡ θήλεια ἵππος ἀγαθὴ ἦν καὶ τοῦ πώλου τοῦ ἐξ αὐτῆς μεμνῆσθαι δεινή. ὅπερ οὖν κατεγνωκὼς Δαρεῖος ὁ κάτω εἶτα μέντοι ἐπήγετο ἐς τὰς μάχας ἐξ δίνων ἵππους τὰ βρέφηη καταλιπούσας οἴκοι. τρέφονται δὲ καὶ ὀρφανοὶ μητέρων οἱ πῶλοι γάλακτι ξένῳ, ὥσπερ οὖν καὶ οἱ ἄνθρωποι. οὐκοῦν ὅτε ἡ τροπὴ τῆς μάχης τῆς κατὰ τὸν Ἰσσὸν τὰ Περσῶν πιέζειν ὑπήρξατο, καὶ ἐνικᾶτο Δαρεῖος, ἵππον ἀνέβη θῆλυν, φυγῆς δεόμενος καὶ σωτηρίας ὠκίστης. ἡ δὲ ἄρα τοῦ καταλειφθέντος μνήμῃ, ὡς εἶχεν ἐπιθυμίας καὶ ποδῶν, τὸν δεσπότην ὑμνεῖται τῆς ἀκμῆς τῶν ἐπικειμένων κινδύνων ἐξαρπάσαι.