Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 65-2
Not analysed yet
(65) Ὅτι Καλλίας ἐν τῷ δεκάτῳ τῶν περὶ τὸν Συρακούσιον Ἀγαθοκλέα λόγων φησὶ τοὺς κεράστας ὄφεις δεινοὺς εἶναι τὸ δῆγμα· ἀναιρεῖν γὰρ καὶ ζῷα ἄλογα καὶ ἀνθρώπους, εἰ μὴ παρείη Λίβυς ἀνήρ, Ψὀλλος ὣν τὸ γένος. οὖτος γὰρ ἐάν τε κλητὸς ἀφίκηται, ἐάν τε παρῇ κατὰ τύχην καὶ θεάσηται πράως ἔτι ἀλγοῦντα, τὴν πληγὴν ἢ τὸ δῆγμα παραπτύσας, εἶτα μέντοι τὴν ὀδύνην ἐπράϋνε καὶ κατεγοήτευσε τῷ σιάλῳ τὸ δεινόν. ἐὰν δὲ εὕρῃ δυσανασχετοῦντα καὶ ἀτλήτως φέροντα, ὕδωρ ἀθρόον σπάσας εἴσω τῶν ὀδόντων καὶ χρησάμενος αὐτῷ τοῦ στόματος κλύσματι, εἶτα τοῦτο εἰς κύλικα ἐμβαλὼν δίδωσι ῥοφῆσαι τῷ τρωθέντι. ἐὰν δὲ περαιτέρω καὶ τοῦδε τοῦ φαρμάκου κατισχύσῃ τὸ κακόν, ὁ δὲ τῷ νοσοῦντι παρακλίνεται γυμνῷ γυμνὸς καὶ τοῦ χρωτός οἱ τοῦ ἰδίου προστρίψας τὴν ἰσχὸν τὴν συμφυῆ, εἶτα μέντοι τοῦ κακοῦ πεποίηκε τὸν ἄνθρωπον ἐξάντη. ἀποχρῶν δὲ ἄρα ὑπὲρ τούτου εἴη ἂν μάρτυς καὶ Νίκανδρος ὁ Κολοφώνιος λέγων· ἔκλυον ὡς Λίβυες Ψύλλων γένος οὔτε τι θηρῶν αὐτοὶ κάμνουσι μυδαλέῃσι τυπαῖς, οὓς Σύρτις βοσκεῖ θινοτρόφος, εὖ δὲ καὶ ἄλλοις ἀνδράσιν ἤμυναν τύμμασιν ἀχθομένοις, οὐ ῥίζαις ἔρδοντες, ἑῶν δ’ ἀπὸ σύγχροα γυίων καὶ τὰ ἐπὶ τούτοις.