Ancient Greek · ~3 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 66-2
Not analysed yet
(66) Ἀλλὰ τό γε τῶν Πυχμαίων ἔθνος ἀκούω καὶ ἐκεῖνο καθ’ ἑαυτὸ βασιλεύεσθαι· καὶ οὖν καὶ γενέσθαι παρ’ αὐτοῖς, ἐκλείποντος τοῦ γένους τοῦ τῶν ἀρρένων βασιλέως, βασιλίδα τινὰ κρατῆσαι τῶν Πυγμαίων, Γεράναν ὄνομα, ἥν περ οὖν ἐκθεοῦντες οἱ Πυγμαῖοι σεμνοτέραις ἢ κατὰ ἄνθρωπον ἐτίμων τιμαῖς. ἐκ τούτων, φασίν, ἐκείνη τὴν διάνοιαν ἐξηνεμώθη, καὶ τὰς θεὰς παρ’ οὐδὲν ἐτίθετο, μάλιστα δὲ τὴν Ἥραν καὶ τὴν Ἀθηνᾶν καὶ τὴν Ἄρτεμιν καὶ τὴν Ἀφροδίτην οὐδὲ ἴκταρ ἔλεγε βάλλειν πρὸς τὸ αὐτῆς κάλλος. οὔκουν ἔμελλεν ἁμαρτήσεσθαι κακοῦ νοσοῦσα τοιαῦτα· κατὰ γὰρ τὸν τῆς Ἥρας χόλον εἰς ὄρνιν αἰσχίστην τὸ εἰδὸς τὸ ἐξ ἀρχῆς ἤμειψε, καὶ ἔστιν ἡ νῦν γέρανος καὶ πολεμεῖ τοῖς Πυγμαίοις, ὅτι αὐτὴν ἐξέμηναν τῇ πόρα τιμῇ καὶ ἀπώλεσαν.