Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 67-2
Not analysed yet
(67) Εἰσὶ δὲ ἐν τοῖς Ἰνδικοῖς οἳ Πυγμαῖοι καλοῦνται. χώρα δ’ αὐτῶν πολλὴ μέσῃ ἐν τῇ Ἰνδικῇ καὶ ἄνθρωποί εἰσι μέλανες, ὥσπερ οἱ ἄλλοι Ἰνδοὶ καὶ ὁμόγλωσσοι ἐκείνος, μικροὶ δὲ κάρτα, καὶ οἱ μακρότατοι αὐτῶν εἰσι πήχεων δύο, οἱ δὲ πλεῖστοι πήχεος καὶ ἡμίσεος, ἄνδρες καὶ γυναῖκες. ἕως μὲν οὖν ἂν ὧσι παῖδες μικροί, ξύλινα ἱμάτια φοροῦσι, καὶ περιέρχονται οὕτως ἠμφιεσμένοι· ἐπειδὰν δὲ νεανίσκοι γένωνται, κομῶσι, καὶ οἱ ἄλλοι πάντες Πυγμαῖοι κόμην ἔχουσι μακροτάτην μέχρι ἐπὶ τὰ γόνατα καὶ ἔτι κατωτέρω καὶ πώγωνα μέγιστον πάντων ἀνθρώπων, ὥστε ἕλκεσθαί φασιν αὐτοὺς πρὸς τοῖς ποσίν, ἅτε μικρῶν ὄντων, τοὺς πώγωνας· ἐξόπισθεν δὲ τὴν κόμην εἶναι πολὺ κάτωθεν τῶν γονάτων. ἐπειδὰν γοῦν τὸν πώγωνα μέγαν φύσωσιν, οὐκέτι ἀμφιέννυνται οὐδὲν ἱμάτιον, ἀλλὰ τὰς τρίχας τὰς μὲν τῆς κεφαλῆς ὄπισθεν καθίενται, τὰς δὲ ἐκ τοῦ πώγωνος ἔμπροσθεν· ἔπειτα περιπυκασάμενοι τὰς τρίχας περὶ πᾶν τὸ σῶμα ζώννυνται, καὶ οὕτως ἀνθ’ ἱματίου ταῖς θριξὶν ἀμπέχονται. καὶ τὸ αἰδοῖον σφόδρα μέγα ἔχουσιν, ὥστε ψαύειν τῶν σφυρῶν αὐτοῖς, καὶ παχύ. αὐτοὶ δέ εἰσι σιμοί τε καὶ αἰσχροὶ καὶ οὐδὲν ἐοικότες τοῖς ἄλλοις Ἱνδοῖς. εἰσὶ δὲ καὶ αἱ γυναῖκες αὐτῶν μικραὶ καὶ αἰσχραί, ὥσπερ οἱ ἄνδρες· καὶ οἱ ἵπποι αὐτῶν εἰσιν ὥσπερ κριοὶ καὶ ὀλίγῳ μείζονες· τὰ δὲ πρόβατα αὐτῶν ἐστι μικρὰ ὥσπερ οἱ ἄρνες, καὶ οἱ ὄνοι καὶ οἱ ἡμίονοι καὶ τὰ ἄλλα κτήνη πάντα οὐδὲν μείζω κριῶν.