Ancient Greek · ~2 min
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 68
Not analysed yet
(68) περὶ δὲ τῆς αἰσθητικῆς τοῦ ἐμβρύου δυνάμεως ὅτι μὲν ἔξωθεν αὐτῷ ἐπεισκρίνεται ὁμολογεῖ, τὸ δὲ πῶς καὶ πότε καὶ τίνος αἰτίου γιμομένου ἐκ τῶν Περὶ ψυχῆς φησι ληπτέον. Φέρειν δὲ ἄρχεται τὸ σπέρμα περὶ τὰς δύο ἑβδομάδας ἐτῶν, ἐν ᾧ χρόνῳ καὶ ἡ φωνὴ ἐπὶ τὸ βαρύτερον μεταβάλλει καὶ τῶν μαστῶν καὶ τῶν αἰδοίων ἔπαρσις γίνεται. καὶ περὶ τὸν καιρὸν τοῦτον ψυχική τις αὐτοῖς λύπη ἐντρέχει. περὶ δὲ τὸν αὐτὸν χρόνον καὶ ταῖς θηλείαις μαστῶν ἐπάρσεις καὶ καταμηνίων καταρρήξεις.