Ancient Greek · ~2 min
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 73
Not analysed yet
(73) γίνονται αἱ συλλήψεις ταῖς γυναιξὶν οὐ πάντως τοῦ σπέρματος κατ’ εὐθὺ τῆς μήτρας ⟨φερομένου) ἐντὸς τοῦ στόματος, ἀλλ’ ἔστιν ὅτε καὶ ἐκπεσόντος ἐκτός· στενὸν γὰρ τὸ στόμα ἐνίαις ὑπάρχει. ἤδη μὲν γὰρ ὑπερέχουσαι τῇ θερμασίᾳ αἱ ὑστέραι εἰς ἑαυτὰς ἐντὸς ἐπισπῶνται τὸ πεσὸν ἐκτός, καθάπερ αἱ σικύαι αἷς ⟨οἱ⟩ ἰατροὶ χρῶνται προσβάλλοντες· πάλιν γὰρ αὔται τῇ ποιᾷ θερμότητι τὴν ὁλκὴν τοῦ ὑγροῦ ποιοῦνται. σημεῖον δὲ ἐπὶ τῶν προσαγομένων αὐταῖς πεσσῶν καὶ περιχρίστων· μετ’ οὐ πολὺν γὰρ χρόνον ξηρὰ καὶ τὰ πρόσθετα καὶ τὰ περίχριστα εὑρίσκεται, ὡς αὐτῆς ἀνειληφυίας αὐτά· φύσει γὰρ ὁλκὸν πέφυκεν εἶναι, ἐάνπερ ⟨θερμὸν⟩ κἀκείνῃ ὑπάρῃ.