Ancient Greek
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 74
Not analysed yet
(74) τεκμήριον δὲ παρακολουθεῖ ταῖς γυναιξὶ τοῦ συνειληφέναι, ὅταν τὸ στόμα τῆς ὑστέρας μετὰ τὴν μίξιν ξηρὸν φανῇ γεγονός. συμβαίνει δὲ ταῖς λεῖα τὰ στόματα τῶν ὑστερῶν ἐχούσαις μὴ παραδέχεσθαι τὸ σπέρμα, ταῖς δὲ ἀνεστομωμένα μᾶλλον. διὸ δὴ αἱ μὴ βουλόμεναι συλλαβεῖν λιπαίνουσι τοὺς τόπους ἄλλη ἄλλῳ περιχρίστῳ, ὅθεν καὶ ταῖς πυκνὰ συνουσιαζομέναις βραδύτερον τὸ ἐγγάστριον λαβεῖν· λεαίνεται γὰρ αὐταῖς καὶ κωφὸν γίνεται τὸ στόμα τῆς ὑστέρας ὑπὸ τῶν συνικμαζομένων ὑγρῶν ἐν τῷ τέλει τῆς ὁμιλίας.