Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 77-2
Not analysed yet
(77) ἔστι δὲ ὁ μὲν ἄρρην ἀνδρειότερος τῆς θηλείας. μάχονται δὲ πρὸς ἀλλήλους τύπτοντες τοῖς ὀδοῦσι, καὶ ὁ ἡττηθεὶς ἐπὶ τοσοῦτον δουλοῦται, ὥστε ἀκούσαντά ποτε τῆς φωνῆς τοῦ νικήσαντος φεύγειν. καταβάλλει δὲ τοῦτο τὸ ζῷον καὶ τοὺς τοίχους, τοὺς ὀδόντας ὑποβάλλον· καὶ φοίνικας δὲ τύπτων τῷ μετώπῳ κλίνει· μάλιστα δὲ ταῦτα πράττει ὅταν καπρᾷ. ἔστι δὲ τῶν εὐκόπως τιθασευομένων ὑπὸ ἀνθρώπων καὶ πειθαρχούντων εἰς διδασκαλίαν.