Ancient Greek · ~8 min
78 to 87
Aristophanes of Byzantium, Historiae Animalium Epitome 78-2-87
Not analysed yet
(78) ἔστι δὲ τὸ ζῷον τοῦτο καρποφάγον καὶ ποηφάγον. (79) πίνει δὲ ὕδωρ θολερόν, καὶ οὐ πίνει ἐὰν μὴ πρότερον ἀναταράξῃ· δύναται δὲ μὴ πίνειν ἡμέρας τέσσαρας. (80) κοιμᾶται δὲ ὀρθός, παρακλίνας ἑαυτόν, οὐχ ὅτι κάμψαι οὐ δύναται, καθάπερ τινὲς ὑπέλαβον, ἀλλὰ διὰ τὸ βάρος τῷ συγκαθίσαντι †μὴ εὐκόλως ἐξανίστασθαι. (81) ἀκμάζει δὲ ὁ ἐλέφας ἐτῶν γενόμενος ἑξήκοντα. ἔστι δὲ δύσριγον τὸ ζῷον καὶ πορευόμενον δι’ ὕδατος, τὸ δὲ βάθος ὥστε μὴ βρέξαι τὸν μυκτῆρα. νεῖν γὰρ οὐ δύναται· οὐ γὰρ ἐπὶ πολὺ ἔσχισται τοὺς δακτύλους· ἄλλως δὲ καὶ διὰ τὸ βάρος τοῦ σώματος. (82) ζῆν δέ φασιν αὐτὸν οἱ μὲν διακόσια ἔτη, οἱ δὲ ἑκατὸν εἴκοσιν. (873) Ὅτι γεννᾶται κατὰ κεφαλὴν ἐλέφας, ἴσος ὢν ἐν τῷ τίκτεσθαι κατὰ δέλφακα τὴν μεγίστην. μιᾷ δὲ μητρὶ πολλὰ ἐλεφαντίσκια ἕπεται· εἰ δὲ προσάψαιο τῶν βρεφῶν, αἱ μητέρες οὐδὲν ἀγανακτοῦσι. συνιᾶσι γὰρ ὅτι μὴ ἐπὶ λύμῃ ἢ κολάσει τις ἐπιψαύει αὐτῶν, ἀλλὰ φιλοφρονούμενοι πάντες καὶ κολακεύοντες. (84) Οὕτως δέ ἐστι τὸ ζῷον φιλότεκνον, ὥστε ἡ μήτηρ τὸ βρέφος εἰς τάφρον ἐμπεσὸν θεασαμένη ἐκθύμως καὶ περιπαθῶς ἐξέδραμε, καὶ κατὰ τοῦ παιδὸς αὐτὴν ὦσεν εἰς κεφαλήν· καὶ ἄμφω κατὰ ταὐτὸν ἀπώλοντο, ὁ μὲν τῷ βάρει τῆς μητρὸς ἐκπιεσθείς, ἡ δὲ τὴν κεφαλὴν ἀίξασα. (85) Καὶ τὰ βρέφη δὲ τὰ νεαρὰ οὐκ ἄν ποτε αἱ τεκοῦσαι προδοῖεν, καίτοι τῶν θηρατῶν ἐγκειμένων, ἀλλὰ πρότερόν γε τὴν ψυχὴν ἀπολίποιεν ἢ τὰ τέκνα. γελοῖοι τοίνυν εἰσὶν οἱ διαποροῦντες εἰ φυσικὴ πρὸς τὰ ἔκγονα στοργή ἐστι. (86) Ἀλλὰ καὶ νόμους μὴ ἀκούσαντες ἐλέφαντες τιμῆς γερόντων, τοῖς πρεσβυτέροις τροφῆς ἀφίστανται καὶ προβαδίζειν ποιοῦσι τοὺς γήρᾳ παρειμένους καὶ θεραπεύουσι καὶ τρέφουσι καὶ κινδύνων ῥύονται καὶ εἰς ὄρυγμα ἐμπεσόντας ἀνάγουσι φρύγανα καὶ φακέλους ἐμβαλόντες, οἷσπερ οὖν ὡς ἀναβαθμοῖς χρώμενοι ἐκεῖνοι εἶτα ἀνίασι. (87) Καὶ νοσοῦντα ἐλέφαντα οὐκ ἄν ποτε καταλίποιεν οἱ συναγελαζόμενοι, ἀλλὰ πιστῶς παραμένουσι καὶ ἀναρρῶσαι σπεύδουσι, καὶ εἰ διώκονται, καὶ ὑπὲρ αὐτοῦ μάχονται καὶ τιτρώσκονται παρόντες, φυγεῖν δυνάμενοι.