Ancient Greek · ~2 min
88 to 90
Aristophanes of Byzantium, Historiae Animalium Epitome 88-2-90
Not analysed yet
(88) Ποῦ δὲ ἠλόησε πληγαῖς πατέρα ἐλέφας· ποῦ δὲ ἀπεκήρυξεν ὁ πατὴρ ἐν τούτοις τὸν υὑόν; (89) Καὶ σώφρονες δέ εἰσι καὶ σπανίως ἐρῶσιν. ἅπαξ γοῦν ἐν τῷ βίῳ τῷ σφετέρῳ μνημονεύουσιν ἀφροδίτης, ὅταν ἡ θήλεια ὑπομένῃ καὶ αὐτή. εἶτα ἐμπλήσας ἕκαστος τὴν σύννομον οὐκέτι γινώσκει αὐτήν. συμπλέκονται δὲ οὐκ ἀνέδην οὐδὲ ἐν ὄψει ἑτέρων, ἀλλ’ ἀναχωρήσαντες καὶ προβαλλόμενοι ἢ δένδρα δασέα ἢ ὕλην συμφυῆ ἢ κοῖλον χῶρον. (90) Εὐμουσίαν δὲ καὶ εὐπείθειαν οἶδε μανθάνειν, χρείαν τε καὶ ὀρχηστικήν, καὶ βαίνειν πρὸς ῥυθμὸν καὶ συνιέναι ἤχων διαφορὰς ἀκριβοῖ ἐλέφας καὶ οὐ σφάλλεται.