Ancient Greek · ~2 min
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 79
Not analysed yet
(79) περὶ δὲ τὸν καιρὸν ὅτε ἄρχεται ἐν μαστοῖς γάλα ταῖς κυούσαις γίνεσθαι, τότε ἄρχεσθαί φησι σχίζεσθαι τὸ ἔμβρυον τὸ πρὶν ὑπάρχον κρεῶδες· καὶ τὸ μὲν ἄρρεν διαρθροῦται οὐ μετὰ πολὺ τῶν τεσσαράκοντα ἡμερῶν, |τὸ δὲ θῆλυ μετὰ τὰς ἑξήκοντα. ἤδη γάρ φησιν ἐκτρωθὲν μετὰ τεσσαράκοντα καὶ βληθὲν εἰς ὕδωρ ψυχρὸν ἐφάνη ἐν ὑμένι ὑπάρχον, οὖ διακνηθέντος ἐλαφρῶς ἐφάνη τὸ ἔμβρυον ἡλίκον μύρμηξ τῶν μεγάλων, πάντα τὰ μέλη ἔχον δῆλα.