Ancient Greek · ~1 min
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 80
Not analysed yet
(80) Περὶ δὲ χρόνου κυήσεώς φησιν ὁ Ἀριστοτέλης τοῖς μὲν ἄλλοις ζῴοις ἕνα χρόνον εἶναι τῆς κυήσεως, ὡς εἶπον, καὶ βοῖ μὲν ἐννεαμηνιαῖον, ἵππῳ δὲ δεκαμηνιαῖον, τῇ δὲ γυναικὶ πλείονας εἶναι τοὺς χρόνους· καὶ γὰρ ἑπτὰ μῆνάς τινες κύουσαι ἔτεκον γόνιμα, ἕτεραι δὲ ἐννέα, ἄλλαι δὲ δέκα καὶ τοῦ ἑνδεκάτου προσέλαβον.