Ancient Greek
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 81
Not analysed yet
(81) συνέβη δέ τισι ἐπισπασαμέναις πλείω τῶν ἕνδεκα μηνῶν χρόνον τεκεῖν τὸν καλούμενον μύλον· ὧν καὶ μίαν, φησίν, ἐπίσταμαι ἥτις συγγενομένη τῷ ἀνδρὶ καὶ δόξασα ἔγκυος γεγονέναι τρία ἔτη διετέλεσεν ἐν ἐπάρματι τὴν γαστέρα ἔχουσα. οὐκέτι μὲν οὖν ἐντὸς ἐκινεῖτό τι αὐτῇ, καθάπερ ταῖς κατὰ φύσιν ἐχούσαις. εἶτα χειμῶνος γενομένου καὶ πολλῆς δυσαερίας, ἔτεκε σάρκα τὸν λεγόμενον μύλον καὶ ἐσώθη. ἤδη μὲν οὖν τινες μὴ τεκοῦσαι αὐτὸν ἀνῃρέθησαν ὑπ’ αὐτοῦ, τισὶ δὲ καὶ συγκατεγήρασε τῶν γυναικῶν. ἔστι δὲ αὕτη ἡ σὰρξ σκληρὰ ,ὥστε μόλις ὑπὸ σιδήρου τέμνεσθαι, τὸ δὲ μέγεθος ἔχει ἀνὰ λόγον τοῦ χρόνου τῷ τελείῳ βρέφει ἴσον.