Ancient Greek · ~3 min
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 84
Not analysed yet
(84) Ἄρσενα δέ φησιν ἢ θήλεα γίνεσθαι παρὰ τὸ πεπέφθαι ὑπὸ θερμοῦ ἢ ἄπεπτον εἶναι τὸ τοῦ ἀνδρὸς σπέρμα. ἀκολουθεῖ γὰρ τῷ μὲν πεπεμμένῳ περιττώματι θερμὸν εἶναι, τῷ δὲ ἀπέπτῳ ψυχρὸν ὑπάρχειν. διὸ δὴ τὰ μὲν ἄρρενα ὑπὸ τοῦ θερμοῦ καὶ πεπεμμένου σπέρματος, τὰ δὲ θήλεα ὑπὸ τοῦ ἀπέπτου καὶ ψυχροῦ. ὅτι δὲ ταῦθ᾿ οὕτως ἔχε, σημεῖα τὰ συμβαίνοντα. οἵ τε γὰρ νέοι λίαν καὶ οἱ πρεσβύτεροι θηλυγόνοι ὡς ἐπὶ πολύ· οἱ μὲν γὰρ διὰ τὸ ἐκλείπειν αὐτοῖς τὸ θερμόν, ὃ ἦν τῆς πέψεως αἴτιον, οἱ δὲ διὰ τὸ μηδέπω τέλειον αὐτὸ ἔχειν. ἀμέλει δὲ καὶ τὰ ὑγρὰ τῶν σωμάτων καὶ γυναικωδέστερα θηλυγόνα μᾶλλον· ἧττον γὰρ τὸ σπέρμα αὐτῶν ἐστι θερμόν, καὶ αὐτὰ τὰ θηλυκὰ σώματα ψυχρὰ πέφυκεν εἶναι· ἀναλογεῖν γὰρ ὀφείλει ἀφ’ ὧν καὶ ἐγένετο.