Ancient Greek · ~3 min
85 to 87
Aristophanes of Byzantium, Historiae Animalium Epitome 85-87
Not analysed yet
(85) μαρτυρεῖ δὲ τῇ ψυχρότητι τῶν θηλειῶν καὶ ἡ τῶν καταμηνίων γινομένη αὐταῖς ἔκκρισις· μὴ δυναμένη γὰρ αὐταῖς ἡ φύσις τὸ παρακείμενον περίττωμα πέψαι τὴν ἔκκρισιν ποιεῖται οἷον ἀποδιωθουμένη τὸ ἀλλότριον. καὶ τὰ λίαν δὲ ψυχρὰ τῶν ὑδάτων καὶ οἱ λίαν κατάψυχροι τόποι ἄγονοι. (86) ἔστιν οὖν τις ἀνεκλάλητος καὶ ὡρισμένη θερμοῦ ποσότης ἡ γεννῶσα τὸ ἄρρεν καὶ ψυχροῦ τὸ θῆλυ· οὔτε γὰρ τὸ λίαν πυρῶδες δύναται πέψαι ἀλλὰ τὸ ποσόν, οὔθ᾿ ἡ λίαν ψυχρότης ποιῆσαι τὸ θῆλυ. δεῖ οὖν συμμετρίας τινὸς τῆς θερμότητος καὶ τῆς ψυχρότητος τῆς περὶ τὸ σπέρμα πρὸς τὸ ποιεῖσθαι ἄρρεν ἢ θῆλυ καὶ τὸ ὅλον συντελεσθῆναι ζῷον. (87) εἰσὶ δὲ τῇ φύσει ἄνδρες θηλυγόνοι, οἷον καὶ περὶ τοῦ Ἡρακλέους μυθολογεῖται· οὗτος γὰρ ἐν ἑβδομήκοντα καὶ δύο τέκνοις μίαν θυγατέρα ἐποίησε.