Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 91-2
Not analysed yet
(91) Ἡμεροῦται δὲ καὶ μᾶλλον τῶν ἄλλων ζῴων. πλὴν ἐν Ἰνδοῖς ἐὰν ἁλῷ τέλειος ἐλέφας χαλεπός ἐστιν ἡμερωθῆναι, καὶ τὴν ἐλευθερίαν ποθῶν φονᾷ. εἰ δὲ καὶ δεσμοῖς αὐτὸν διαλάβῃς, ἔτι καὶ μᾶλλον εἰς τὸν θυμὸν ἐξάπτεται 〈καὶ〉 δουλοσύνην οὐχ ὑπομένει. ἀλλ᾿ Ἰνδοὶ καὶ τροφαῖς κολακεύουσιν αὐτὸν καὶ ποικίλοις δελέασι πραΰνειν πειρῶνται. ὁ δὲ ἄχθεται αὐτοῖς καὶ ὑπερορᾷ. κατασοφίζονται οὗν αὐτοῦ μούσῃ ἐπιχωρίῳ μετ᾿ ὀργάνου τινός· καλεῖται δὲ τὸ ὄργανον σκινδαψός. ὁ δὲ ὑπέχει τὰ ὧτα καὶ θέλγεται, καὶ κατὰ μικρὸν τὴν τροφὴν προσίεται.