Ancient Greek
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 90
Not analysed yet
(90) Τὰ δὲ τερατώδη καὶ πλεονάσαντα ἢ ἐλλείποντα τοῖς μορίοις οἷον δακτύλοις ἢ ποσὶν ἢ ἄλλοις παρὰ τὴν τῆς ὕλης γίνεται ἢ ἔλλειψιν ἢ πλεονασμόν. ἐὰν μὲν γὰρ πλείων ὑπάρχῃ ἡ ὕλη ἢ ὅσον δεῖ καθ’ ἕκαστον μόριον, τοῦτο πλεονάσαν διπλοῦν ἢ τριπλοῦν γίνεται. ἐὰν δὲ ἧττον ἢ ἐλλεῖπον, κατὰ τοῦτο τὸ μόριον γίνεται ἐφ’ οὗ καὶ ἐνέλιπεν ἡ ὕλη μορίου, οἰον χειρὸς ἣ δακτύλου ἢ τῶν ἄλλων, ὥστε τῇ ὕλῃ τῆς θηλείας τὴν αἰτίαν . τῶν τεράτων ἀπολιπεῖν.