Ancient Greek
Α
Aristophanes of Byzantium, Historiae Animalium Epitome 89
Not analysed yet
(89) Τὰς δὲ ὁμοιότητας οἴεται συμβαίνειν παρὰ τὰς ἀπεψίας καὶ εὐπεψίας τῶν σπερμάτων· οἴεται γὰρ καὶ τὰ καταμήνια σπέρματα ἄπεπτα εἶναι. ὅταν μὲν οὗν ἄπεπτος γένηται ἡ ἐν τοῖς. καταμηνίοις ὑπόληψις, καθ’ ἑαυτὴν ποιήσει ἡ θήλεια τὴν μορφήν, ἐάν τε ἄρρεν ἐάν τε θῆλυ. εὐπέπτων δὲ μᾶλλον γενομένων τῶν καταμηνίων, κατὰ τὸν πατέρα γεννηθήσεται ἡ μορφή, ἐάν τε ἄρρεν ἐάν τε θῆλυ. ἐὰν δὲ ἀμφοτέρων πεπεμμένων, ἄρρεν, ὅμοιον δὲ τῇ μητρί. ἐὰν δὲ ἀμφοτέρων ἀπέπτων, γενήσεται θῆλυ καὶ ὅμοιον τῷ πατρί.