Ancient Greek · ~2 min
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 92
Not analysed yet
(92) Διώκονται οὖν παῤ Ἰνδῶν ἕνεκεν ὀδόντων, διὸ τοὺς νωδοὺς πρὸ τῆς φάλαγγος ἱστᾶσιν, ὥσπερ ἀπατῶντες ὅτι οὐκ ἔχουσι τὸ ζητούμενον. διωκόμενος μέντοι ὥσπερ λήϊα τὰ μέγιστα δένδρα κατακλᾷ τῇ ὑπερβαλλούσῃ δυνάμει καὶ φέρεται ῥώμῃ ἀμηχάνῳ καὶ ὁρμῇ ἀκατασχέτῳ. ἐν ἐλευθερίᾳ δὲ κινδύνου διαγενόμενοι ἑστᾶσι καὶ ἀναπαύονται· καὶ οἱ διώκοντες, τὴν ὕλην ἐμπρήσαντες καὶ τὴν ὀπίσω ὁδὸν κατασχόντες, ἱστᾶσιν αὐτούς. δεδοίκασι γὰρ τὸ |πῦρ ὡς οἱ λέοντες.