Ancient Greek
B
Aristophanes of Byzantium, Historiae Animalium Epitome 93
Not analysed yet
(93) Ἐνακμάζοντος δὲ τοῦ ἡλίου χρίουσιν ἀλλήλους ἰλύι παχείᾳ καὶ αὐτοῖς αὕτη ψῦχος παρέχει. ῥινηλατοῦσι δὲ ἰσχυρῶς, καὶ αἴσθησιν ὀξυτάτην ἔχουσι, καὶ θηρατὰς φοβούμενοι κατὰ στοῖχον ὁδεύουσι καὶ ὀσμῶνται τὴν πόαν. καὶ ὅ γε πρῶτος τῆς 〈ἐν ποσὶ πόας〉 αἰσθόμενος καὶ ὅτι διῆλθον ἄνθρωποι ἐκ τῆς παραψαύσεως συνεὶς αὐτῶν, ἀνασπᾷ τὴν πόαν καὶ δίδωσι τῷ κατόπιν ὀσφραίνεσθαι καὶ ἐκεῖνος τῷ μετ᾿ αὐτόν· καὶ οὕτως ἥδε ἡ ἀντίδοσις διέρχεται καὶ μέχρι τοῦ οὐραγοῦντος· ὁ δὲ μέγα ἐπήχησεν. οἱ δὲ ὡς ἀπὸ συνθήματος τρέπονται εἰς ἕλη καὶ δάση καὶ ἄγγη καὶ τῶν ἑλῶν τὰ κοιλότερα καὶ ὅσα μέντοι καὶ τῶν πεδίων κομᾷ τοῖς θάμνοις. ὅταν δ᾿ αὐτοὺς ἐπιλίπωσιν αἱ νομαί, τὰς ῥίζας ἐξορύττοντες σιτοῦνται καὶ αὐτάς· καὶ οἱ μὲν ἐσθίουσιν, οἱ δὲ ἀπίασι ζητοῦντες χιλόν, καὶ ὅ γε πρῶτος εὑρὼν καλεῖ τοὺς ἄλλους.