Ancient Greek · ~6 min
Lyric-Scene 12
Aristophanes, Θεσμοφοριάζουσαι 12.4
Not analysed yet
ὦ θεοὶ τίνʼ ἐς γῆν βαρβάρων ἀφίγμεθα
ταχεῖ πεδίλῳ; διὰ μέσου γὰρ αἰθέρος
τέμνων κέλευθον πόδα τίθημʼ ὑπόπτερον
Περσεὺς πρὸς Ἄργος ναυστολῶν τὸ Γοργόνος
κάρα κομίζων.
τί λέγι; τὴ Γόργος πέρι
τὸ γραμματέο σὺ τὴ κεπαλή;
τὴν Γοργόνος
ἔγωγε φημί.
Γόργο τοι κἀγὼ λέγι.
ἔα· τίνʼ ὄχθον τόνδʼ ὁρῶ καὶ παρθένον
θεαῖς ὁμοίαν ναῦν ὅπως ὡρμισμένην;
ὦ ξένε κατοίκτιρόν με τὴν παναθλίαν,
λῦσόν με δεσμῶν.
οὐκὶ μὶ λαλῆσι σύ;
κατάρατο τολμᾷς ἀποτανουμένη λαλᾷς;
ὦ παρθένʼ οἰκτίρω σὲ κρεμαμένην ὁρῶν.
οὐ παρτένʼ ἐστίν, ἀλλʼ ἀμαρτωλὴ γέρων
καὶ κλέπτο καὶ πανοῦργο.
ληρεῖς ὦ Σκύθα.
αὕτη γάρ ἐστιν Ἀνδρομέδα παῖς Κηφέως.
σκέψαι τὸ κύστο· μή τι μικτὸν παίνεται;
φέρε δεῦρό μοι τὴν χεῖρʼ, ἵνʼ ἅψωμαι κόρης·
φέρε Σκύθʼ· ἀνθρώποισι γὰρ νοσήματα
ἅπασίν ἐστιν· ἐμὲ δὲ καὐτὸν τῆς κόρης
ταύτης ἔρως εἴληφεν.
οὐ ζηλῶσί σε·
ἀτὰρ εἰ τὸ πρωκτὸ δεῦρο περιεστραμμένον,
οὐκ ἐπτόνησά σʼ αὐτὸ πυγίζεις ἄγων.
τί δʼ οὐκ ἐᾷς λύσαντά μʼ αὐτὴν ὦ Σκύθα
πεσεῖν ἐς εὐνὴν καὶ γαμήλιον λέχος;
εἰ σπόδρʼ ἐπιτυμεῖς τὴ γέροντο πύγισο,
τὴ σανίδο τρήσας ἐξόπιστο πρώκτισον.
μὰ Δίʼ ἀλλὰ λύσω δεσμά.
μαστιγῶ σʼ ἄρα.
καὶ μὴν ποιήσω τοῦτο.
τὸ κεπαλή σʼ ἄρα
τὸ ξιπομάκαιραν ἀποκεκόψι τουτοϊ.
αἰαῖ· τί δράσω; πρὸς τίνας στρεφθῶ λόγους;
ἀλλʼ οὐ γὰρ ἂν δέξαιτο βάρβαρος φύσις.
σκαιοῖσι γάρ τοι καινὰ προσφέρων σοφὰ
μάτην ἀναλίσκοις ἄν, ἀλλʼ ἄλλην τινὰ
τούτῳ πρέπουσαν μηχανὴν προσοιστέον.
μιαρὸς ἀλώπηξ, οἶον ἐπιτήκιζί μοι.
μέμνησο Περσεῦ μʼ ὡς καταλείπεις ἀθλίαν.
ἔτι γὰρ σὺ τὴ μάστιγαν ἐπιτυμεῖς λαβεῖν;