Ancient Greek · ~2 min
Choral 13
Aristophanes, Θεσμοφοριάζουσαι 13
Not analysed yet
Παλλάδα τὴν φιλόχορον ἐμοὶ
δεῦρο καλεῖν νόμος ἐς χορόν,
παρθένον ἄζυγα κούρην,
ἣ πόλιν ἡμετέραν ἔχει
καὶ κράτος φανερὸν μόνη
κλῃδοῦχός τε καλεῖται.
φάνηθʼ ὦ τυράννους
στυγοῦσʼ ὥσπερ εἰκός.
δῆμός τοί σε καλεῖ γυναικῶν·
ἔχουσα δέ μοι μόλοις
εἰρήνην φιλέορτον.
ἥκετʼ εὔφρονες ἵλαοι,
πότνιαι, ἄλσος ἐς ὑμέτερον,
οὗ δὴ ἀνδράσιν οὐ θέμις εἰσορᾶν
ὄργια σεμνὰ θεοῖν, ἵνα λαμπάσι
φαίνετον ἄμβροτον ὄψιν.
μόλετον ἔλθετον, ἀντόμεθʼ ὦ
Θεσμοφόρω πολυποτνία,
εἰ καὶ πρότερόν ποτʼ ἐπηκόω
ἤλθετον, ἔλθετε νῦν, ἀφίκεσθʼ ἱκετεύομεν
ἐνθάδε χἠμῖν.