Ancient Greek · ~11 min
Episode 14
Aristophanes, Θεσμοφοριάζουσαι 14
Not analysed yet
γυναῖκες εἰ βούλεσθε τὸν λοιπόν χρόνον
σπονδὰς ποιήσασθαι πρὸς ἐμέ, νυνὶ πάρα,
ἐφʼ ᾧτʼ ἀκοῦσαι μηδὲν ὑπʼ ἐμοῦ μηδαμὰ
κακὸν τὸ λοιπόν. ταῦτʼ ἐπικηρυκεύομαι.
χρείᾳ δὲ ποίᾳ τόνδʼ ἐπεσφέρεις λόγον;
ὅδʼ ἐστὶν οὑν τῇ σανίδι κηδεστὴς ἐμός.
ἢν οὖν κομίσωμαι τοῦτον, οὐδὲν μή ποτε
κακῶς ἀκούσητʼ· ἢν δὲ μὴ πίθησθέ μοι,
ἃ νῦν ὑποικουρεῖτε τοῖσιν ἀνδράσιν
ἀπὸ τῆς στρατιᾶς παροῦσιν ὑμῶν διαβαλῶ.
τὰ μὲν παρʼ ἡμῶν ἴσθι σοι πεπεισμένα·
τὸν βάρβαρον δὲ τοῦτον αὐτὸς πεῖθε σύ.
ἐμὸν ἔργον ἐστίν· καὶ σὸν ὦλάφιον ἅ σοι
καθʼ ὁδὸν ἔφραζον ταῦτα μεμνῆσθαι ποιεῖν.
πρῶτον μὲν οὖν δίελθε κἀνακάλπασον.
σὺ δʼ ὦ Τερηδὼν ἐπαναφύσα Περσικόν.
τί τὸ βόμβο τοῦτο; κῶμο τίς ἀνεγεῖρί μοι
ἡ παῖς ἔμελλε προμελετᾶν ὦ τοξότα.
ὀρχησομένη γὰρ ἔρχεθʼ ὡς ἄνδρας τινάς.
ὀρκῆσι καὶ μελετῆσι, οὐ κωλύσʼ ἐγώ.
ὡς ἐλαπρός, ὥσπερ ψύλλο κατὰ τὸ κῴδιο.
φέρε θοἰμάτιον ἄνωθεν ὦ τέκνον τοδί·
καθιζομένη δʼ ἐπὶ τοῖσι γόνασι τοῦ Σκύθου
τὼ πόδε πρότεινον, ἵνʼ ὑπολύσω.
ναῖκι ναὶ
κάτησο κάτησο, ναῖκι ναῖκι τυγάτριον.
οἴμʼ ὠς στέριπο τὸ τιττἴ, ὤσπερ γογγύλη.
αὔλει σὺ θᾶττον· ἔτι δέδοικας τὸν Σκύθην;
καλό γε τὸ πυγή. κλαῦσί γʼ ἂν μὴ ʼνδον μένῃς.
ἀνακύπτι καὶ παρακύπτι ἀπεψωλημένος·
εἶεν· καλὴ τὸ σκῆμα περὶ τὸ πόστιον.
καλῶς ἔχει. λαβὲ θοἰμάτιον· ὥρα ʼστὶ νῷν
ἤδη βαδίζειν.
οὐκὶ πιλῆσι πρῶτά με;
πάνυ γε· φίλησον αὐτόν.
ὂ ὂ ὂ παπαπαπαῖ,
ὠς γλυκερὸ τὸ γλῶσσʼ, ὤσπερ Ἀττικὸς μέλις.
τί οὐ κατεύδει παρʼ ἐμέ;
χαῖρε τοξότα,
οὐ γὰρ γένοιτʼ ἂν τοῦτο.
ναὶ ναὶ γρᾴδιο.
ἐμοὶ κάρισο σὺ τοῦτο.
δώσεις οὖν δραχμήν;
ναὶ ναῖκι δῶσι.
τἀργύριον τοίνυν φέρε.
ἀλλʼ οὐκ ἔκὠδέν· ἀλλὰ τὸ συβήνην λαβέ.
ἔπειτα †κομίζεις αὐτοῖς. †
ἀκολούτι τέκνον.
σὺ δὲ τοῦτο τήρει τὴ γέροντο, γρᾴδιο.
ὄνομα δέ σοι τί ἔστιν;
Ἀρτεμισία.
μεμνῆσι τοίνυν τοὔνομʼ· Ἀρταμουξία.
Ἑρμῆ δόλιε ταυτὶ μὲν ἔτι καλῶς ποιεῖς.
σὺ μὲν οὖν ἀπότρεχε παιδάριον τουτὶ λαβών·
ἐγὼ δὲ λύσω τόνδε. σὺ δʼ ὅπως ἀνδρικῶς
ὅταν λυθῇς τάχιστα θεύξει καὶ τενεῖς
ὡς τὴν γυναῖκα καὶ τὰ παιδἴ οἴκαδε.
ἐμοὶ μελήσει ταῦτά γʼ ἢν ἅπαξ λυθῶ.
λέλυσο. σὸν ἔργον, φεῦγε πρὶν τὸν τοξότην
ἥκοντα καταλαβεῖν.
ἐγὼ δὴ τοῦτο δρῶ.
ὦ γρᾴδιʼ ὠς καρίεντό σοι τὸ τυγάτριον,
κοὐ δύσκολʼ ἀλλὰ πρᾶο. ποῦ τὸ γρᾴδιο;
οἴμʼ ὠς ἀπόλωλο· ποῦ τὸ γέροντʼ ἐντευτενί;
ὦ γρᾴδιʼ, ὦ γρᾷ. οὐκ ἐπαινῶ γρᾴδιο.
Ἀρταμουξία.
διέβαλλέ μʼ ηʼ γραῦς. ἀπότρεκʼ ὠς τάκιστα σύ·
ὀρτῶς δὲ συβήνη ʼστί· καταβηνῆσι γάρ.
οἴμοι,
τί δρᾶσι; ποῖ τὸ γρᾴδιʼ; Ἀρταμουξία.
τὴν γραῦν ἐρωτᾷς, ἣ ʼφερεν τὰς πηκτίδας;
ναὶ ναῖκι. εἶδες αὐτό;
ταύτῃ γʼ οἴχεται
αὐτή τʼ ἐκείνη καὶ γέρων τις εἵπετο.
κροκῶτʼ ἔκοντο τὴ γέροντο;
φήμʼ ἐγώ.
ἔτʼ ἂν καταλάβοις, εἰ διώκοις ταυτῃί.
ὦ μιαρὸ γρᾶο· πότερα τρέξι τὴν ὀδό;
Ἀρταμουξία.
ὀρθὴν ἄνω δίωκε. ποῖ θεῖς; οὐ πάλιν
τῃδὶ διώξει; σʼ τοὔμπαλιν τρέχεις σύ γε.
κακόδαιμον, ἀλλὰ τρέξι. Ἀρταμουξία.