Ancient Greek · ~10 min
Lyric-Scene 3
Aristophanes, Θεσμοφοριάζουσαι 3.2
Not analysed yet
ἕτερον αὖ τι λῆμα τοῦτο
κομψότερον ἔτʼ ἢ τὸ πρότερον
ἀναπέφηνεν.
οἷα κατεστωμύλατο
οὐκ ἄκαιρα, φρένας ἔχουσα
καὶ πολύπλοκον νόημʼ, οὐδʼ
ἀσύνετʼ ἀλλὰ πιθανὰ πάντα.
δεῖ δὲ ταύτης τῆς ὕβρεως ἡμῖν
τὸν ἄνδρα
περιφανῶς δοῦναι δίκην.
τὸ μὲν ὦ γυναῖκες ὀξυθυμεῖσθαι σφόδρα
Εὐριπίδῃ, τοιαῦτʼ ἀκουούσας κακά,
οὐ θαυμάσιόν ἐστʼ, οὐδʼ ἐπιζεῖν τὴν χολήν.
καὐτὴ γὰρ ἔγωγʼ, οὕτως ὀναίμην τῶν τέκνων,
μισῶ τὸν ἄνδρʼ ἐκεῖνον, εἰ μὴ μαίνομαι.
ὅμως δʼ ἐν ἀλλήλαισι χρὴ δοῦναι λόγον·
αὐταὶ γάρ ἐσμεν, κοὐδεμίʼ ἔκφορος λόγου.
τί ταῦτʼ ἔχουσαι ʼκεῖνον αἰτιώμεθα
βαρέως τε φέρομεν, εἰ δύʼ ἡμῶν ἢ τρία
κακὰ ξυνειδὼς εἶπε δρώσας μυρία;
ἐγὼ γὰρ αὐτὴ πρῶτον, ἵνα μἄλλην λέγω,
ξύνοιδʼ ἐμαυτῇ πολλὰ δείνʼ· ἐκεῖνο δʼ οὖν
δεινότατον, ὅτε νύμφη μὲν ἦν τρεῖς ἡμέρας,
ὁ δʼ ἀνὴρ παρʼ ἐμοὶ καθηῦδεν· ἦν δέ μοι φίλος,
ὅσπερ με διεκόρησεν οὖσαν ἑπτέτιν.
οὖτος πόθῳ μου ʼκνυεν ἐλθὼν τὴν θύραν·
κᾆτʼ εὐφὺς ἔγνων· εἶτα καταβαίνω λάθρᾳ.
ὁ δʼ ἀνὴρ ἐρωτᾷ ποῖ σὺ καταβαίνεις; ὅποι;
στρόφος μʼ ἔχει τὴν γαστέρ ὦνερ κὠδύνη·
ἐς τὸν κοπρῶνʼ οὖν ἔρχομαι. βάδιζέ νυν·
κᾆθʼ ὁ μὲν ἔτριβε κεδρίδας ἄννηθον σφάκον·
ἐγὼ δὲ καταχέασα τοῦ στροφέως ὕδωρ
ἐξῆλθον ὡς τὸν μοιχόν· εἶτʼ ἠρειδόμην
παρὰ τὸν Ἀγυιᾶ κύβδʼ ἐχομένη τῆς δάφνης.
ταῦτʼ οὐδεπώποτʼ εἶφʼ, ὁρᾶτʼ, Εὐριπίδης·
οὐδʼ ὡς ὑπὸ τῶν δούλων τε κὠρεωκόμων
σποδούμεθʼ, ἢν μὴ ʼχωμεν ἕτερον, οὐ λέγει·
οὐδʼ ὡς ὅταν μάλισθʼ ὑπό του ληκώμεθα
τὴν νύχθʼ, ἕωθεν σκόροδα διαμασώμεθα,
ἵνʼ ὀσφρόμενος ἁνὴρ ἀπὸ τείχους εἰσιὼν
μηδὲν κακὸν δρᾶν ὑποτοπῆται. ταῦθʼ, ὁρᾷς,
οὐπώποτʼ εἶπεν. εἰ δὲ Φαίδραν λοιδορεῖ,
ἡμῖν τί τοῦτʼ ἔστʼ; οὐδʼ ἐκεῖνʼ εἴρηκέ πω,
ὡς ἡ γυνὴ δεικνῦσα τἀνδρὶ τοὔγκυκλον
†ὑπʼ αὐγὰς †οἷόν ἐστιν, ἐγκεκαλυμμένον
τὸν μοιχὸν ἐξέπεμψεν, οὐκ εἴρηκέ πω.
ἑτέραν δʼ ἐγᾦδʼ ἣ ʼφασκεν ὠδίνειν γυνὴ
δέχʼ ἡμέρας, ἔως ἐπρίατο παιδίον·
ὁ δʼ ἀνὴρ περιέτρεχʼ ὠκυτόκιʼ ὠνούμενος·
τὸ δʼ εἰσέφερε γραῦς ἐν χύτρᾳ τὸ παιδίον,
ἵνα μὴ βό η, κηρίῳ βεβυσμένον·
εἶθʼ ὡς ἔνευσεν ἡ φέρουσʼ, εὐθὺς βοᾷ,
ἄπελθʼ ἄπελθʼ, ἤδη γὰρ ὦνέρ μοι δοκῶ
τέξειν. τὸ γὰρ ἦτρον τῆς χύτρας ἐλάκτισεν·
χὠ μὲν γεγηθὼς ἔτρεχεν, ἡ δʼ ἐξέσπασεν
ἐκ τοῦ στόματος τοῦ παιδίου, τὸ δʼ ἀνέκραγεν.
εἶθʼ ἡ μιαρὰ γραῦς, ἣ ʼφερεν τὸ παιδίον,
θεῖ μειδιῶσα πρὸς τὸν ἄνδρα καὶ λέγει,
λέων λέων σοι γέγονεν, αὔτʼ ἔκμαγμα σόν,
τά τʼ ἄλλʼ ἁπαξάπαντα καὶ τὸ πόσθιον
τῷ σῷ προσόμοιον, στρεβλὸν ὥσπερ κύτταρον.
ταῦτʼ οὐ ποιοῦμεν τὰ κακά; νὴ τὴν Ἄρτεμιν
ἡμεῖς γε. κᾆτʼ Εὐριπίδῃ θυμούμεθα,
οὐδὲν παθοῦσαι μεῖζον ἢ δεδράκαμεν;