Ancient Greek · ~8 min
Lyric-Scene 3
Aristophanes, Θεσμοφοριάζουσαι 3.5
Not analysed yet
οὔ τοι μὰ τὴν Ἄγλαυρον ὦ γυναῖκες εὖ φρονεῖτε,
ἀλλʼ ἢ πεφάρμαχθʼ ἢ κακόν τι μέγα πεπόνθατʼ ἄλλο,
ταύτην ἐῶσαι τὴν φθόρον τοιαῦτα περιυβρίζειν
ἡμᾶς ἁπάσας. εἰ μὲν οἶν τις ἔστιν· εἰ δὲ μή, ἡμεῖς
αὐταί τε καὶ τὰ δουλάρια τέφραν ποθὲν λαβοῦσαι
ταύτης ἀποψιλώσομεν τὸν χοῖρον, ἵνα διδαχθῇ
γυνὴ γυναῖκας οὖσα μὴ κακῶς λέγειν τὸ λοιπόν.
μὴ δῆτα τόν γε χοῖρον ὦ γυναῖκες. εἰ γὰρ οὔσης
παρρησίας κἀξὸν λέγειν ὅσαι πάρεσμεν ἀσταί,
εἶτʼ εἶπον ἁγίγνωσκον ὑπὲρ Εὐριπίδου δίκαια,
διὰ τοῦτο τιλλομένην με δεῖ δοῦναι δίκην ὑφʼ ὑμῶν;
οὐ γάρ σε δεῖ δοῦναι δίκην; ἥτις μόνη τέτληκας
ὑπὲρ ἀνδρὸς ἀντειπεῖν, ὃς ἡμᾶς πολλὰ κακὰ δέδρακεν
ἐπίτηδες εὑρίσκων λόγους, ὅπου γυνὴ πονηρὰ
ἐγένετο, Μελανίππας ποιῶν Φαίδρας τε· Πηνελόπην δὲ
οὐπώποτʼ ἐποίησʼ, ὅτι γυνὴ σώφρων ἔδοξεν εἶναι.
ἐγὼ γὰρ οἶδα ταἴτιον. Μίαν γὰρ οὐκ ἂν εἴποις
τῶν νῦν γυναικῶν Πηνελόπην, Παίδρας δʼ ἁπαξαπάσας.
ἀκούετʼ ὦ γυναῖκες οἷʼ εἴρηκεν ἡ πανοῦργος
ἡμᾶς ἁπάσας αὖθις αὖ.
καὶ νὴ Δίʼ οὐδέπω γε
εἴρηχʼ ὅσα ξύνοιδʼ· ἐπεὶ βούλεσθε πλείονʼ εἴπω;
ἀλλʼ οὐκ ἂν ἔτʼ ἔχοις· ὅσα γὰρ ᾔδησθʼ ἐξέχεας ἅπαντα.
μὰ Δίʼ οὐδέπω τὴν μυριοστὴν μοῖραν ὧν ποιοῦμεν.
ἐπεὶ τάδʼ οὐκ εἴρηχʼ, ὁρᾷς, ὡς στλεγγίδας λαβοῦσαι
ἔπειτα σιφωνίζομεν τὸν οἶνον.
ἐπιτριβείης.
ὥς τʼ αὖ τὰ κρέʼ ἐξ Ἀπατουρίων ταῖς μαστροποῖς διδοῦσαι
ἔπειτα τὴν γαλῆν φαμεν—
τάλαινʼ ἐγώ· φλυαρεῖς.
οὐδʼ ὡς τὸν ἄνδρα τῷ πελέκει γυνὴ κατεσπόδησεν,
οὐκ εἶπον· οὐδʼ ὡς φαρμάκοις ἑτέρα τὸν ἄνδρʼ ἔμηνεν,
οὐδʼ ὡς ὑπὸ τῇ πυέλῳ κατώρυξέν ποτʼ—
ἐξόλοιο.
ἁχαρνικὴ τὸν πατέρα.
ταυτὶ δῆτʼ ἀνέκτʼ ἀκούειν;
οὐδʼ ὡς σὺ τῆς δούλης τεκούσης ἄρρεν εἶτα σαυτῇ
τοῦθʼ ὑπεβάλου, τὸ σὸν δὲ θυγάτριον παρῆκας αὐτῇ.
οὔ τοι μὰ τὼ θεὼ σὺ καταπροίξει λέγουσα ταυτί,
ἀλλʼ ἐκποκιῶ σου τὰς ποκάδας.
οὐ δὴ μὰ Δία σύ γʼ ἅψει.
καὶ μὴν ἰδού.
καὶ μὴν ἰδού.
λαβὲ θοἰμάτιον Φιλίστη.
πρόσθες μόνον, κἀγώ σε νὴ τὴν Ἄρτεμιν—
τί δράσεις;
τὸν σησαμοῦνθʼ ὃν κατέφαγες, τοῦτον χεσεῖν ποιήσω.
παύσασθε λοιδορούμεναι· καὶ γὰρ γυνή τις ἡμῖν
ἐσπουδακυῖα προστρέχει. πρὶν οὖν ὁμοῦ γενέσθαι,
σιγᾶθʼ, ἵνʼ αὐτῆς κοσμίως πυθώμεθʼ ἅττα λέξει.