Ancient Greek · ~7 min
Episode 4, lines 4.574-4.616
Aristophanes, Θεσμοφοριάζουσαι 4.574-616
Not analysed yet
φίλαι γυναῖκες ξυγγενεῖς τοὐμοῦ τρόπου·
ὅτι μὲν φίλος εἴμʼ ὑμῖν, ἐπίδηλος ταῖς γνάθοις·
γυναικομανῶ γὰρ προξενῶ θʼ ὑμῶν ἀεί.
καὶ νῦν ἀκούσας πρᾶγμα περὶ ὑμῶν μέγα
ὀλίγῳ τι πρότερον κατʼ ἀγορὰν λαλούμενον,
ἥκω φράσων τοῦτʼ ἀγγελῶν θʼ ὑμῖν, ἵνα
σκοπῆτε καὶ τηρῆτε μὴ καὶ προσπέσῃ
ὑμῖν ἀφάρκτοις πρᾶγμα δεινὸν καὶ μέγα.
τί δʼ ἔστιν ὦ παῖ; παῖδα γάρ σʼ εἰκὸς καλεῖν,
ἕως ἂν οὕτως τὰς γνάθους ψιλὰς ἔχῃς.
Εὐριπίδην φάσʼ ἄνδρα κηδεστήν τινα
αὑτοῦ γέροντα δεῦρʼ ἀναπέμψαι τήμερον.
πρὸς ποῖον ἔργον ἢ τίνος γνώμης χάριν;
ἵνʼ ἅττα βουλεύοισθε καὶ μέλλοιτε δρᾶν,
ἐκεῖνος εἴη τῶν λόγων κατάσκοπος.
καὶ πῶς λέληθεν ἐν γυναιξὶν ὢν ἀνήρ;
ἀφηῦσεν αὐτὸν κἀπέτιλʼ Εὐριπίδης
καὶ τἄλλʼ ἅπανθʼ ὥσπερ γυναῖκʼ ἐσκεύασεν.
πείθεσθε τούτῳ ταῦτα; τίς δʼ οὕτως ἀνὴρ
ἠλίθιος ὅστις τιλλόμενος ἠνείχετο;
οὐκ οἴομαι ʼγωγʼ ὦ πολυτιμήτω θεώ.
ληρεῖς· ἐγὼ γὰρ οὐκ ἂν ἦλθον ἀγγελῶν,
εἰ μὴ ʼπεπύσμην ταῦτα τῶν σάφʼ εἰδότων.
τὸ πρᾶγμα τουτὶ δεινὸν εἰσαγγέλλεται.
ἀλλʼ ὦ γυναῖκες οὐκ ἐλινύειν ἐχρῆν,
ἀλλὰ σκοπεῖν τὸν ἄνδρα καὶ ζητεῖν ὅπου
λέληθεν ἡμᾶς κρυπτὸς ἐγκαθήμενος.
καὶ σὺ ξυνέξευρʼ αὐτόν, ὡς ἂν τὴν χάριν
ταύτην τε κἀκείνην ἔχῃς ὦ πρόξενε.
φέρʼ ἴδω· τίς ἡ πρώτη σύ;
ποῖ τις τρέψεται;
ζητητέαι γάρ ἐστε.
κακοδαίμων ἐγώ.
ἔμʼ ἥτις εἴμʼ ἤρου; Κλεωνύμου γυνή.
γιγνώσκεθʼ ὑμεῖς ἥτις ἔσθʼ ἥδʼ ἡ γυνή;
γιγνώσκομεν δῆτʼ. ἀλλὰ τὰς ἄλλας ἄθρει.
ἡδὶ δὲ δὴ τίς ἐστιν ἡ τὸ παιδίον
ἔχουσα;
τίτθη νὴ Δίʼ ἐμή.
διοίχομαι.
αὕτη σὺ ποῖ στρέφει; μένʼ αὐτοῦ. τί τὸ κακόν;
ἔασον οὐρῆσαί μʼ.
ἀναίσχυντός τις εἶ.
σὺ δʼ οὖν ποίει τοῦτʼ. ἀναμενῶ γὰρ ἐνθάδε.
ἀνάμενε δῆτα καὶ σκόπει γʼ αὐτὴν σφόδρα·
μόνην γὰρ αὐτὴν ὦνερ οὐ γιγνώσκομεν.
πολύν γε χρόνον οὐρεῖς σύ.
νὴ Δίʼ ὦ μέλε·
στραγγουριῶ γάρ· ἐχθὲς ἔφαγον κάρδαμα.