Ancient Greek · ~1 min
Choral 7, lines 7.1-7.2
Aristophanes, Θεσμοφοριάζουσαι 7.1-2
Not analysed yet
ἔα ἔα.
ὦ πότνιαι Μοῖραι τί τόδε δέρκομαι
νεοχμὸν αὖ τέρας;
ὡς ἅπαντʼ ἄρʼ ἐστὶ τόλμης μεστὰ κἀναισχυντίας.
οἷον αὖ δέδρακεν ἔργον, οἷον αὖ φίλαι τόδε.
οἷον ὑμῶν ἐξαράξω τὴν ἄγαν αὐθαδίαν.
ταῦτα δῆτʼ οὐ δεινὰ πράγματʼ ἐστὶ καὶ περαιτέρω;
δεινὰ δῆθʼ, ὅστις γʼ ἔχει μου ʼξαρπάσας τὸ παιδίον.