Ancient Greek · ~6 min
Prologue 1, lines 1.169-1.208
Aristophanes, Ὄρνιθες 1.169-208
Not analysed yet
ἅνθρωπος ὄρνις ἀστάθμητος πετόμενος,
ἀτέκμαρτος, οὐδὲν οὐδέποτʼ ἐν ταὐτῷ μένων.
νὴ τὸν Διόνυσον εὖ γε μωμᾷ ταυταγί.
τί ἂν οὖν ποιοῖμεν;
οἰκίσατε μίαν πόλιν.
ποίαν δʼ ἂν οἰκίσαιμεν ὄρνιθες πόλιν;
ἄληθες; ὦ σκαιότατον εἰρηκὼς ἔπος,
βλέψον κάτω.
καὶ δὴ βλέπω.
βλέπε νῦν ἄνω.
βλέπω.
περίαγε τὸν τράχηλον.
νὴ Δία
ἀπολαύσομαί τί γʼ, εἰ διαστραφήσομαι.
εἶδές τι;
τὰς νεφέλας γε καὶ τὸν οὐρανόν.
οὐχ οὗτος οὖν δήπου ʼστὶν ὀρνίθων πόλος;
πόλος; τίνα τρόπον;
ὥσπερ ἂν εἴποι τις τόπος.
ὅτι δὲ πολεῖται τοῦτο καὶ διέρχεται
ἅπαντα διὰ τούτου, καλεῖται νῦν πόλος.
ἢν δʼ οἰκίσητε τοῦτο καὶ φάρξηθʼ ἅπαξ,
ἐκ τοῦ πόλου τούτου κεκλήσεται πόλις.
ὥστʼ ἄρξετʼ ἀνθρώπων μὲν ὥσπερ παρνόπων,
τοὺς δʼ αὖ θεοὺς ἀπολεῖτε λιμῷ Μηλίῳ.
πῶς;
ἐν μέσῳ δήπουθεν ἀήρ ἐστι γῆς.
εἶθʼ ὥσπερ ἡμεῖς, ἢν ἰέναι βουλώμεθα
Πυθώδε, Βοιωτοὺς δίοδον αἰτούμεθα,
οὕτως, ὅταν θύσωσιν ἄνθρωποι θεοῖς,
ἢν μὴ φόρον φέρωσιν οἱ ὑμῖν οἱ θεοί,
τῶν μηρίων τὴν κνῖσαν οὐ διαφρήσετε.
ἰοὺ ἰού·
μὰ γῆν μὰ παγίδας μὰ νεφέλας μὰ δίκτυα,
μὴ ʼγὼ νόημα κομψότερον ἤκουσά πω·
ὥστʼ ἂν κατοικίζοιμι μετὰ σοῦ τὴν πόλιν,
εἰ ξυνδοκοίη τοῖσιν ἄλλοις ὀρνέοις.
τίς ἂν οὖν τὸ πρᾶγμʼ αὐτοῖς διηγήσαιτο;
σύ.
ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας πρὸ τοῦ
ἐδίδαξα τὴν φωνήν, ξυνὼν πολὺν χρόνον.
πῶς δῆτʼ ἂν αὐτοὺς ξυγκαλέσειας;
ῥᾳδίως.
δευρὶ γὰρ ἐσβὰς αὐτίκα μάλʼ ἐς τὴν λόχμην,
ἔπειτʼ ἀνεγείρας τὴν ἐμὴν ἀηδόνα,
καλοῦμεν αὐτούς· οἱ δὲ νῷν τοῦ φθέγματος
ἐάνπερ ἐπακούσωσι θεύσονται δρόμῳ.
ὦ φίλτατʼ ὀρνίθων σὺ μή νυν ἕσταθι·
ἀλλʼ ἀντιβολῶ σʼ ἄγʼ ὡς τάχιστʼ ἐς τὴν λόχμην
ἔσβαινε κἀνέγειρε τὴν ἀηδόνα.