Ancient Greek · ~7 min
Episode 3, lines 3.311-3.350
Aristophanes, Ἐκκλησιάζουσαι 3.311-350
Not analysed yet
τί τὸ πρᾶγμα; ποῖ ποθʼ ἡ γυνὴ φρούδη ʼστί μοι;
ἐπεὶ πρὸς ἕω νῦν γʼ ἔστιν, ἡ δʼ οὐ φαίνεται.
ἐγὼ δὲ κατάκειμαι πάλαι χεζητιῶν,
τὰς ἐμβάδας ζητῶν λαβεῖν ἐν τῷ σκότῳ
καὶ θοἰμάτιον· ὅτε δὴ δʼ ἐκεῖνο ψηλαφῶν
οὐκ ἐδυνάμην εὑρεῖν, ὁ δʼ ἤδη τὴν θύραν
ἐπεῖχε κρούων ὁ κοπρεαῖος, λαμβάνω
τουτὶ τὸ τῆς γυναικὸς ἡμιδιπλοίδιον,
καὶ τὰς ἐκείνης Περσικὰς ὑφέλκομαι.
ἀλλʼ ἐν καθαρῷ ποῦ, ποῦ τις ἂν χέσας τύχοι;
ἢ πανταχοῦ τοι νυκτός ἐστιν ἐν καλῷ;
οὐ γάρ με νῦν χέζοντά γʼ οὐδεὶς ὄψεται.
οἴμοι κακοδαίμων, ὅτι γέρων ὢν ἠγόμην
γυναῖχʼ· ὅσας εἴμʼ ἄξιος πληγὰς λαβεῖν.
οὐ γάρ ποθʼ ὑγιὲς οὐδὲν ἐξελήλυθεν
δράσουσʼ. ὅμως δʼ οὖν ἐστιν ἀποπατητέον.
τίς ἔστιν; οὐ δήπου Βλέπυρος ὁ γειτνιῶν;
νὴ τὸν Δίʼ αὐτὸς δῆτʼ ἐκεῖνος.
εἰπέ μοι,
τί τοῦτό σοι τὸ πυρρόν ἐστιν; οὔτι που
Κινησίας σου κατατετίληκέν ποθεν;
οὔκ, ἀλλὰ τῆς γυναικὸς ἐξελήλυθα
τὸ κροκωτίδιον ἀμπισχόμενος οὑνδύεται.
τὸ δʼ ἱμάτιόν σου ποῦ ʼστιν;
οὐκ ἔχω φράσαι.
ζητῶν γὰρ αὔτʼ οὐχ ηὗρον ἐν τοῖς στρώμασιν.
εἶτʼ οὐδὲ τὴν γυναῖκʼ ἐκέλευσάς σοι φράσαι;
μὰ τὸν Δίʼ οὐ γὰρ ἔνδον οὖσα τυγχάνει,
ἀλλʼ ἐκτετρύπηκεν λαθοῦσά μʼ ἔνδοθεν·
ὃ καὶ δέδοικα μή τι δρᾷ νεώτερον.
νὴ τὸν Ποσειδῶ ταὐτὰ τοίνυν ἄντικρυς
ἐμοὶ πέπονθας. καὶ γὰρ ᾗ ξύνειμʼ ἐγὼ
φρούδη ʼστʼ ἔχουσα θοἰμάτιον οὑγὼ ʼφόρουν.
κοὐ τοῦτο λυπεῖ μʼ, ἀλλὰ καὶ τὰς ἐμβάδας.
οὔκουν λαβεῖν γʼ αὐτὰς ἐδυνάμην οὐδαμοῦ.
μὰ τὸν Διόνυσον οὐδʼ ἐγὼ γὰρ τὰς ἐμὰς
Λακωνικάς, ἀλλʼ ὡς ἔτυχον χεζητιῶν,
ἐς τὼ κοθόρνω τὼ πόδʼ ἐνθεὶς ἵεμαι,
ἵνα μὴ ʼγχέσαιμʼ ἐς τὴν σισύραν· φανὴ γὰρ ἦν.
τί δῆτʼ ἂν εἴη; μῶν ἐπʼ ἄριστον γυνὴ
κέκληκεν αὐτὴν τῶν φίλων;
γνώμην γʼ ἐμήν.
οὔκουν πονηρά γʼ ἐστὶν ὅ τι κἄμʼ εἰδέναι.