Ancient Greek · ~3 min
Lyric-Scene 8
Aristophanes, Ἐκκλησιάζουσαι 8.2
Not analysed yet
ἤδη τὸν ἀπʼ Ἰωνίας
τρόπον τάλαινα κνησιᾷς·
δοκεῖς δέ μοι καὶ λάβδα κατὰ τοὺς Λεσβίους.
ἀλλʼ οὐκ ἄν ποθʼ ὑφαρπάσαιο
τἀμὰ παίγνια· τὴν δʼ ἐμὴν
ὥραν οὐκ ἀπολεῖς οὐδʼ ἀπολήψει.
ᾆδʼ ὁπόσα βούλει καὶ παράκυφθʼ ὥσπερ γαλῆ·
οὐδεὶς γὰρ ὡς σὲ πρότερον εἴσεισʼ ἀντʼ ἐμοῦ.
οὔκουν ἐπʼ ἐκφοράν γε.
καινόν γʼ ὦ σαπρά.
οὐ δῆτα.
τί γὰρ ἂν γραῒ καινά τις λέγοι;
οὐ τοὐμὸν ὀδυνήσει σε γῆρας.
ἀλλὰ τί;
ἥγχουσα μᾶλλον καὶ τὸ σὸν ψιμύθιον;
τί μοι διαλέγει;
σὺ δὲ τί διακύπτεις;
ἐγώ;
ᾄδω πρὸς ἐμαυτὴν Ἐπιγένει τὠμῷ φίλῳ.
σοὶ γὰρ φίλος τίς ἐστιν ἄλλος ἢ Γέρης;
δείξει γε καὶ σοί. τάχα γὰρ εἶσιν ὡς ἐμέ.
ὁδὶ γὰρ αὐτός ἐστιν.
οὐ σοῦ γʼ ὦλεθρε
δεόμενος οὐδέν.
νὴ Δίʼ ὦ φθίνυλλα σὺ
δείξει τάχʼ αὐτός, ὡς ἔγωγʼ ἀπέρχομαι.
κἄγωγʼ, ἵνα γνῷς ὡς πολύ σου μεῖζον φρονῶ.