Ancient Greek · ~6 min
Choral 10
Aristophanes, Λυσιστράτη 10.1
Not analysed yet
οὐδέν ἐστι θηρίον γυναικὸς ἀμαχώτερον,
οὐδὲ πῦρ, οὐδʼ ὧδʼ ἀναιδὴς οὐδεμία πόρδαλις.
ταῦτα μέντοι σὺ ξυνιεὶς εἶτα πολεμεῖς ἐμοί,
ἐξὸν ὦ πόνηρε σοὶ βέβαιον ἔμʼ ἔχειν φίλην;
ὡς ἐγὼ μισῶν γυναῖκας οὐδέποτε παύσομαι.
ἀλλʼ ὅταν βούλῃ σύ· νῦν δʼ οὖν οὔ σε περιόψομαι
γυμνὸν ὄνθʼ οὕτως. ὁρῶ γὰρ ὡς καταγέλαστος εἶ.
ἀλλὰ τὴν ἐξωμίδʼ ἐνδύσω σε προσιοῦσʼ ἐγώ.
τοῦτο μὲν μὰ τὸν Δίʼ οὐ πονηρὸν ἐποιήσατε·
ἀλλʼ ὑπʼ ὀργῆς γὰρ πονηρᾶς καὶ τότʼ ἀπέδυν ἐγώ.
πρῶτα μὲν φαίνει γʼ ἀνήρ, εἶτʼ οὐ καταγέλαστος εἶ.
κεἴ με μὴ ʼλύπεις, ἐγώ σου κἂν τόδε τὸ θηρίον
τοὐπὶ τὠφθαλμῷ λαβοῦσʼ ἐξεῖλον ἂν ὃ νῦν ἔνι.
τοῦτʼ ἄρʼ ἦν με τοὐπιτρῖβον, δακτύλιος οὑτοσί·
ἐκσκάλευσον αὐτό, κᾆτα δεῖξον ἀφελοῦσά μοι·
ὡς τὸν ὀφθαλμόν γέ μου νὴ τὸν Δία πάλαι δάκνει.
ἀλλὰ δράσω ταῦτα· καίτοι δύσκολος ἔφυς ἀνήρ.
ἦ μέγʼ ὦ Ζεῦ χρῆμʼ ἰδεῖν τῆς ἐμπίδος ἔνεστί σοι.
οὐχ ὁρᾷς; οὐκ ἐμπίς ἐστιν ἥδε Τρικορυσία;
νὴ Δίʼ ὤνησάς γέ μʼ, ὡς πάλαι γέ μʼ ἐφρεωρύχει,
ὥστʼ ἐπειδὴ ʼξῃρέθη, ῥεῖ μου τὸ δάκρυον πολύ.
ἀλλʼ ἀποψήσω σʼ ἐγώ, καίτοι πάνυ πονηρὸς εἶ,
καὶ φιλήσω.
μὴ φιλήσῃς.
ἤν τε βούλῃ γʼ ἤν τε μή.
ἀλλὰ μὴ ὥρασʼ ἵκοισθʼ· ὡς ἐστὲ θωπικαὶ φύσει,
κἄστʼ ἐκεῖνο τοὔπος ὀρθῶς κοὐ κακῶς εἰρημένον,
οὔτε σὺν πανωλέθροισιν οὔτʼ ἄνευ πανωλέθρων.
ἀλλὰ νυνὶ σπένδομαί σοι, καὶ τὸ λοιπὸν οὐκέτι
οὔτε δράσω φλαῦρον οὐδὲν οὔθʼ ὑφʼ ὑμῶν πείσομαι.
ἀλλὰ κοινῇ συσταλέντες τοῦ μέλους ἀρξώμεθα.