Ancient Greek · ~5 min
Lyric-Scene 9
Aristophanes, Λυσιστράτη 9.2
Not analysed yet
πᾷ τᾶν Ἀσανᾶν ἐστιν ἁ γερωχία
ἢ τοὶ πρυτάνιες; λῶ τι μυσίξαι νέον.
σὺ δʼ εἶ πότερον ἄνθρωπος ἢ κονίσαλος;
κᾶρυξ ἐγὼν ὦ κυρσάνιε ναὶ τὼ σιὼ
ἔμολον ἀπὸ Σπάρτας περὶ τᾶν διαλλαγᾶν.
κἄπειτα δόρυ δῆθʼ ὑπὸ μάλης ἥκεις ἔχων;
οὐ τὸν Δίʼ οὐκ ἐγών γα.
ποῖ μεταστρέφει;
τί δὴ προβάλλει τὴν χλαμύδʼ; ἢ βουβωνιᾷς
ὑπὸ τῆς ὁδοῦ;
παλαιόρ γα ναὶ τὸν Κάστορα
ὥνθρωπος.
ἀλλʼ ἔστυκας ὦ μιαρώτατε.
οὐ τὸν Δίʼ οὐκ ἐγών γα· μηδʼ αὖ πλαδδίη.
τί δʼ ἐστί σοι τοδί;
σκυτάλα Λακωνικά.
εἴπερ γε χαὔτη ʼστὶ σκυτάλη Λακωνική.
ἀλλʼ ὡς πρὸς εἰδότʼ ἐμὲ σὺ τἀληθῆ λέγε.
τί τὰ πράγμαθʼ ὑμῖν ἐστι τἀν Λακεδαίμονι;
ὀρσὰ Λακεδαίμων πᾶα καὶ τοὶ σύμμαχοι
ἅπαντες ἐστύκαντι· Πελλάνας δὲ δεῖ.
ἀπὸ τοῦ δὲ τουτὶ τὸ κακὸν ὑμῖν ἐνέπεσεν;
ἀπὸ Πανός;
οὔκ, ἀλλʼ ἆρχεν οἰῶ Λαμπιτώ,
ἔπειτα τἄλλαι ταὶ κατὰ Σπάρταν ἅμα
γυναῖκες ᾇπερ ἀπὸ μιᾶς ὑσπλαγίδος
ἀπήλααν τὼς ἄνδρας ἀπὸ τῶν ὑσσάκων.
πῶς οὖν ἔχετε;
μογίομες. ἂν γὰρ τὰν πόλιν
ᾇπερ λυχνοφορίοντες ἐπικεκύφαμες.
ταὶ γὰρ γυναῖκες οὐδὲ τῶ μύρτω σιγεῖν
ἐῶντι, πρίν γʼ ἅπαντες ἐξ ἑνὸς λόγω
σπονδὰς ποιησώμεσθα ποττὰν Ἑλλάδα.
τουτὶ τὸ πρᾶγμα πανταχόθεν ξυνομώμοται
ὑπὸ τῶν γυναικῶν· ἄρτι νυνὶ μανθάνω.
ἀλλʼ ὡς τάχιστα φράζε περὶ διαλλαγῶν
αὐτοκράτορας πρέσβεις ἀποπέμπειν ἐνθαδί.
ἐγὼ δʼ ἑτέρους ἐνθένδε τῇ βουλῇ φράσω
πρέσβεις ἑλέσθαι τὸ πέος ἐπιδείξας τοδί.
ποτάομαι· κράτιστα γὰρ παντᾷ λέγεις.