Ancient Greek · ~3 min
Lyric-Scene 9
Aristophanes, Λυσιστράτη 9.1
Not analysed yet
οἴμοι τί πάθω; τίνα βινήσω
τῆς καλλίστης πασῶν ψευσθείς;
πῶς ταυτηνὶ παιδοτροφήσω;
ποῦ Κυναλώπηξ;
μίσθωσόν μοι τὴν τίτθην.
ἐν δεινῷ γʼ ὦ δύστηνε κακῷ
τείρει ψυχὴν ἐξαπατηθείς.
κἄγωγʼ οἰκτίρω σʼ αἰαῖ.
ποῖος γὰρ ἂν ἢ νέφρος ἀντίσχοι,
ποία ψυχή, ποῖοι δʼ ὄρχεις,
ποία δʼ ὀσφῦς, ποῖος δʼ ὄρρος
κατατεινόμενος
καὶ μὴ βινῶν τοὺς ὄρθρους;
ὦ Ζεῦ δεινῶν ἀντισπασμῶν.
ταυτὶ μέντοι νυνί σʼ ἐποίησʼ
ἡ παμβδελυρὰ καὶ παμμυσαρά.
μὰ Δίʼ ἀλλὰ φίλη καὶ παγγλυκερά.
ποία γλυκερά; μιαρὰ μιαρά.
μιαρὰ δῆτʼ ὦ Ζεῦ ὦ Ζεῦ·
εἴθʼ αὐτὴν ὥσπερ τοὺς θωμοὺς
μεγάλῳ τυφῷ καὶ πρηστῆρι
ξυστρέψας καὶ ξυγγογγύλας
οἴχοιο φέρων, εἶτα μεθείης,
ἡ δὲ φέροιτʼ αὖ πάλιν ἐς τὴν γῆν,
κᾆτʼ ἐξαίφνης
περὶ τὴν ψωλὴν περιβαίη.