Ancient Greek · ~2 min
Lyric-Scene 6
Aristophanes, Εἰρήνη 6.1-2
Not analysed yet
ἦ χρηστὸς ἀνὴρ πολίτης
ἐστὶν ἅπασιν ὅστις
γʼ ἐστὶ τοιοῦτος.
ὅταν τρυγᾶτʼ, εἴσεσθε πολλῷ μᾶλλον οἷός εἰμι.
καὶ νῦν σύ γε δῆλος εἶ·
σωτὴρ γὰρ ἅπασιν ἀνθρώποις
γεγένησαι.
φήσεις ἐπειδὰν ἐκπίῃς οἴνου νέου λεπαστήν.
καὶ πλήν γε τῶν θεῶν ἀεί σʼ ἡγησόμεσθα πρῶτον.
πολλῶν γὰρ ὑμῖν ἄξιος
Τρυγαῖος ἁθμονεὺς ἐγώ,
δεινῶν ἀπαλλάξας πόνων
τὸν δημότην ὅμιλον,
καὶ τὸν γεωργικὸν λεὼν
Ὑπέρβολόν τε παύσας.