Ancient Greek · ~6 min
Lyric-Scene 6
Aristophanes, Εἰρήνη 6.2
Not analysed yet
ἡ παῖς λέλουται καὶ τὰ τῆς πυγῆς καλά·
ὁ πλακοῦς πέπεπται, σησαμῆ ξυμπλάττεται.
καὶ τἄλλʼ ἁπαξάπαντα· τοῦ πέους δὲ δεῖ.
ἴθι νυν ἀποδῶμεν τήνδε τὴν Θεωρίαν
ἀνύσαντε τῇ βουλῇ.
τίς αὑτηί;
τί φῄς;
αὕτη Θεωρία ʼστίν.
ἣν ἡμεῖς ποτε
ἐπαίομεν Βραυρωνάδʼ ὑποπεπωκότες;
σάφʼ ἴσθι, κἀλήφθη γε μόλις.
ὦ δέσποτα
ὅσην ἔχει τὴν πρωκτοπεντετηρίδα.
εἶεν, τίς ἐσθʼ ὑμῶν δίκαιος, τίς ποτε;
τίς διαφυλάξει τήνδε τῇ βουλῇ λαβών;
οὗτος τί περιγράφεις;
τὸ δεῖνʼ εἰς Ἴσθμια
σκηνὴν ἐμαυτοῦ τῷ πέει καταλαμβάνω.
οὔπω λέγεθʼ ὑμεῖς τίς ὁ φυλάξων. δεῦρο σύ·
καταθήσομαι γὰρ αὐτὸς ἐς μέσους ἄγων.
ἐκεινοσὶ νεύει.
τίς;
ὅστις; Ἀριφράδης,
ἄγειν παρʼ αὑτὸν ἀντιβολῶν.
ἀλλʼ ὦ μέλε
τὸν ζωμὸν αὐτῆς προσπεσὼν ἐκλάψεται.
ἄγε δὴ σὺ κατάθου πρῶτα τὰ σκεύη χαμαί.
βουλή, πρυτάνεις, ὁρᾶτε τὴν Θεωρίαν.
σκέψασθʼ ὅσʼ ὑμῖν ἀγαθὰ παραδώσω φέρων,
ὥστʼ εὐθέως ἄραντας ὑμᾶς τὼ σκέλει
ταύτης μετέωρα καταγαγεῖν ἀνάρρυσιν.
τουτὶ δʼ ὁρᾶτʼ ὀπτάνιον ἡμῖν ὡς καλόν.
διὰ ταῦτα καὶ κεκάπνικʼ ἄρʼ· ἐνταυθοῖ γὰρ οὖν
πρὸ τοῦ πολέμου τὰ λάσανα τῇ βουλῇ ποτʼ ἦν.
ἔπειτʼ ἀγῶνά γʼ εὐθὺς ἐξέσται ποιεῖν
ταύτην ἔχουσιν αὔριον καλὸν πάνυ,
ἐπὶ γῆς παλαίειν, τετραποδηδὸν ἑστάναι,
πλαγίαν καταβάλλειν, ἐς γόνατα κύβδʼ ἑστάναι,
καὶ παγκράτιόν γʼ ὑπαλειψαμένοις νεανικῶς
παίειν ὀρύττειν πὺξ ὁμοῦ καὶ τῷ πέει·
τρίτῃ δὲ μετὰ ταῦθʼ ἱπποδρομίαν ἄξετε,
ἵνα δὴ κέλης κέλητα παρακελητιεῖ,
ἅρματα δʼ ἐπʼ ἀλλήλοισιν ἀνατετραμμένα
φυσῶντα καὶ πνέοντα προσκινήσεται·
ἕτεροι δὲ κείσονταί γʼ ἀπεψωλημένοι
περὶ ταῖσι καμπαῖς ἡνίοχοι πεπτωκότες.
ἀλλʼ ὦ πρυτάνεις δέχεσθε τὴν Θεωρίαν.
θέασʼ ὡς προθύμως ὁ πρύτανις παρεδέξατο.
ἀλλʼ οὐκ ἂν εἴ τι προῖκα προσαγαγεῖν σʼ ἔδει,
ἀλλʼ ηὗρον ἄν σʼ ὑπέχοντα τὴν ἐκεχειρίαν.