Ancient Greek · ~8 min
Episode 7, lines 7.676-7.723
Aristophanes, Πλοῦτος 7.676-723
Not analysed yet
ἔπειτʼ ἀναβλέψας ὁρῶ τὸν ἱερέα
τοὺς φθοῖς ἀφαρπάζοντα καὶ τὰς ἰσχάδας
ἀπὸ τῆς τραπέζης τῆς ἱερᾶς· μετὰ τοῦτο δὲ
περιῆλθε τοὺς βωμοὺς ἅπαντας ἐν κύκλῳ,
εἴ που πόπανον εἴη τι καταλελειμμένον·
ἔπειτα ταῦθʼ ἥγιζεν ἐς σάκταν τινά.
κἀγὼ νομίσας πολλὴν ὁσίαν τοῦ πράγματος
ἐπὶ τὴν χύτραν τῆς ἀθάρης ἀνίσταμαι.
ταλάντατʼ ἀνδρῶν οὐκ ἐδεδοίκεις τὸν θεόν;
νὴ τοὺς θεοὺς ἔγωγε μὴ φθάσειέ με
ἐπὶ τὴν χύτραν ἐλθὼν ἔχων τὰ στέμματα·
ὁ γὰρ ἱερεὺς αὐτοῦ με προὐδιδάξατο.
τὸ γρᾴδιον δʼ ὡς ᾔσθετο δή μου τὸν ψόφον,
ἄρασʼ ὑφῄρει· κᾆτα συρίξας ἐγὼ
ὀδὰξ ἐλαβόμην ὡς παρείας ὢν ὄφις.
ἡ δʼ εὐθέως τὴν χεῖρα πάλιν ἀνέσπασεν,
κατέκειτο δʼ αὑτὴν ἐντυλίξασʼ ἡσυχῇ
ὑπὸ τοῦ δέους βδέουσα δριμύτερον γαλῆς.
κἀγὼ τότʼ ἤδη τῆς ἀθάρης πολλὴν ἔφλων·
ἔπειτʼ ἐπειδὴ μεστὸς ἦν, ἀνεπαλλόμην.
ὁ δὲ θεὸς ὑμῖν οὐ προσῄειν;
οὐδέπω.
μετὰ τοῦτο δʼ ἤδη καὶ γέλοιον δῆτά τι
ἐποίησα. προσιόντος γὰρ αὐτοῦ μέγα πάνυ
ἀπέπαρδον· ἡ γαστὴρ γὰρ ἐπεφύσητό μου.
ἦ πού σε διὰ τοῦτʼ εὐθὺς ἐβδελύττετο.
οὔκ, ἀλλʼ Ἰασὼ μέν τις ἀκολουθοῦσʼ ἅμα
ὑπηρυθρίασε χἠ Πανάκειʼ ἀπεστράφη
τὴν ῥῖνʼ ἐπιλαβοῦσʼ· οὐ λιβανωτὸν γὰρ βδέω.
αὐτὸς δʼ ἐκεῖνος;
οὐ μὰ Δίʼ οὐδʼ ἐφρόντισεν.
λέγεις ἄγροικον ἄρα σύ γʼ εἶναι τὸν θεόν.
μὰ Δίʼ οὐκ ἔγωγʼ, ἀλλὰ σκατοφάγον.
αἲ τάλαν.
μετὰ ταῦτʼ ἐγὼ μὲν εὐθὺς ἐνεκαλυψάμην
δείσας, ἐκεῖνος δʼ ἐν κύκλῳ τὰ νοσήματα
σκοπῶν περιῄει πάντα κοσμίως πάνυ.
ἔπειτα παῖς αὐτῷ λίθινον θυείδιον
παρέθηκε καὶ δοίδυκα καὶ κιβώτιον.
λίθινον;
μὰ Δίʼ οὐ δῆτʼ οὐχὶ τό γε κιβώτιον.
σὺ δὲ πῶς ἑώρας ὦ κάκιστʼ ἀπολούμενε,
ὃς ἐγκεκαλύφθαι φῄς;
διὰ τοῦ τριβωνίου·
ὀπὰς γὰρ εἶχεν οὐκ ὀλίγας μὰ τὸν Δία.
πρῶτον δὲ πάντων τῷ Νεοκλείδῃ φάρμακον
καταπλαστὸν ἐνεχείρησε τρίβειν, ἐμβαλὼν
σκορόδων κεφαλὰς τρεῖς Τηνίων. ἔπειτʼ ἔφλα
ἐν τῇ θυείᾳ συμπαραμιγνύων ὀπὸν
καὶ σχῖνον· εἶτʼ ὄξει διέμενος Σφηττίῳ
κατέπλασεν αὐτοῦ τὰ βλέφαρʼ ἐκστρέψας, ἵνα
ὀδυνῷτο μᾶλλον. ὁ δὲ κεκραγὼς καὶ βοῶν
ἔφευγʼ ἀνᾴξας· ὁ δὲ θεὸς γελάσας ἔφη·