Ancient Greek
11
Aristophon Comic., Fragmenta 11
Unproofread scanNot analysed yet
εἴτ’ οὐ δικαίως ἔστ’ ἀπεψηφισμένος ὑπὸ τῶν θεῶν τῶν δώδεκ’ εἰκῶς τ’ Ἑρως; ἑτάραττε κἀκεῖνους γὰρ ἐμβάλλων στάσεις, ὅτ’ ἦν μετ’ αὐτῶν· ὡς δὲ λίαν ἦν θρασύς καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ τὰ πτερά, ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν, δεῦρ’ αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω, τὰς δὲ πτέρυγας ὡς εἶχε τῇ Νίκῃ φορεῖν ἔδοσαν, περιφανὲς σκῦλον ἀπὸ τῶν πολεμίων. Athenaeus 13, 563 b Ἀριστοφῶν ἐν Πυθαγοριστῇ κτλ. pauca