Ancient Greek
10
Aristophon Comic., Fragmenta 10
Unproofread scanNot analysed yet
πρὸς μὲν τὸ πεινῆν ἐσθίειν τε μηδὲ ἕν νόμιζ’ ὁρᾶν Τιθύμαλλον ἢ Φιλιππίδην. ὑδωρ δὲ πίνειν βάτραχος, ἀπολαύσαι θύμων λαχάνων τε κάμπη, πρὸς τὸ μὴ λούσθαι ὕπτος, ὑπαίθριος χειμῶνα διάγειν κόψιχος, πνῦγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν τέττιξ, ἑλαίῳ μήτε χρῆσθαι μηδ’ ὁρᾶν κοινορτός, ἀνυπόδητος ὀρθρον περιπατεῖν γέρανος, καθεύδειν μηδὲ μικρὸν νυκτερίς. Athenaeus 6, 238 c κἄν Πυθαγοριστῇ δὲ φησι (Ἀριστοφῶν)