Ancient Greek
8
Aristophon Comic., Fragmenta 8
Unproofread scanNot analysed yet
ἐν ἡμέραις τρισὶν ἰσχυρότερον αὐτὸν ἀποφανῶ Φιλιππίδου. B. οὕτως ἐν ἡμέραις ὀλίγαις νεκροὺς ποιεῖς; ΠΥΘΑΓΟΡΙΣΤΗΣ ΠΥΘΑΓΟΡΙΣΤΗΣ πρὸς τῶν θεῶν οἴομεθα, τοὺς πάλαι ποτὲ τοὺς Πυθαγοριστὰς γινομένους οὕτως ὀνλᾶν ἔχοντας, ἢ φορεῖν τριβῶνας ἡδέως; οὐκ ἔστι τούτων οὐδέν, ὡς ἐμοὶ δοκεῖ· ἀλλ᾽ ἐξ ἀνάγκης, οὐκ ἔχοντες οὐδὲ ἕν, τῆς εὐτελείας πρόφασιν εὑρόντες καλὴν ὄρους ἐπῆκαν τοῖς πένησι χρησίμους. ἐπεὶ παράδες αὐτοῖσιν ἰχθὺς ἢ κρέας, κἂν μὴ κατεσθίωσι καὶ τοὺς δακτύλους, ἐθέλω κρέμασθαι δεκάκις. Athenaeus 4, 161 e Ἀριστοφῶν ἐν Πυθαγοριστῇ κτλ. v. 1. 2 Eustathius 1553,30 τί ποτε οἴομεθα τοὺς πάλαι ποτὲ Πυθαγοριστὰς ὀνλᾶν. ὁ Ἀθήναιος δὲ οὕτω γράφει. —ἀριστοφάνης δ᾽ ἐν πυθαγόροις τί πρὸς τ. θ. A. τί πώποτε οἴομεθα C. τί ποτε οἴομεθα Eust. ante v. 1 fortasse τί πώποτε restituendum cum interrogationis signo post οἴομεθα. deinde scribendum τοὺς ὕδατοπότας. cf. 10. 13. 2. γινομένους A] λεγομένους Mein. recte. οὕτως BDP] ὧτως A. 8. αὐτοῖσιν Schweglb.] αὐτοῖς A.