Ancient Greek
Play Pyth
Aristophon Comic., Fragmenta 2
Not analysed yet
Εἶτ' οὐ δικαίως ἔστ' ἀπεψηφισμένος
ὑπὸ τῶν θεῶν τῶν δώδεκ' εἰκότως τ' Ἔρως;
ἐτάραττε κἀκείνους γάρ, ἐμβάλλων στάσεις,
ὅτ' ἦν μετ' αὐτῶν· ὡς δὲ λίαν ἦν θρασύς
καὶ σοβαρός, ἀποκόψαντες αὐτοῦ τὰ πτερά,
ἵνα μὴ πέτηται πρὸς τὸν οὐρανὸν πάλιν,
δεῦρ' αὐτὸν ἐφυγάδευσαν ὡς ἡμᾶς κάτω,
τὰς δὲ πτέρυγας ἃς εἶχε τῇ Νίκῃ φορεῖν
ἔδοσαν, περιφανὲς σκῦλον ἀπὸ τῶν πολεμίων.