Ancient Greek
Play Pyth, lines Fragment tit-1
Aristophon Comic., Fragmenta Fragment tit-8-1
Not analysed yet
ΠΥΘΑΓΟΡΙΣΤΗΣ.
Πρὸς μὲν τὸ πεινῆν ἐσθίειν τε μηδὲ ἕν
νόμιζ' ὁρᾶν Τιθύμαλλον ἢ Φιλιππίδην.
ὕδωρ δὲ πίνειν βάτραχος, ἀπολαῦσαι θύμων
λαχάνων τε κάμπη, πρὸς τὸ μὴ λοῦσθαι ῥύπος,
ὑπαίθριος χειμῶνα διάγειν κόψιχος,
πνῖγος ὑπομεῖναι καὶ μεσημβρίας λαλεῖν
τέττιξ, ἐλαίῳ μήτε χρῆσθαι μήθ' ὁρᾶν
κονιορτός, ἀνυπόδητος ὄρθρου περιπατεῖν
γέρανος, καθεύδειν μηδὲ μικρὸν νυκτερίς.