Ancient Greek · ~2 min
Γ., Chapter 3
Aristotle, De partibus animalium 3.4-3
Not analysed yet
4 ἡ δὲ καλουμένη φάέρυγξ καὶ ἀρτηρία συνέστηκεν ἐκ χονδρωύδους σήματοςʼ σὐ γὰρ μόνον ἀναπνοῆς ἓνεκέν ἐστιν ἀλλὰ καὶ ψωνῆς, δεῖ δὲ τὸ ψοφήσειν μέλλον λεῖον εἶναι καὶ στερεὸτητα ἔχειν. κεῖται δʼ ἔμπροσθεν ἡ ἀρτηρία τοῦ οἰσοφάγου, καίπερ ἐμποδίξουσα αὐτὸν περὶ τὴν ὑποδοχὴν τῆς τροφης· ἐὰν γάρ τι παρεισρυῇ ξηρὸν ἡ ὑγρὸν είς τὴν ἀρτηρίαν, πνιγμοὺς καὶ πόνους καὶ βῆχας χαλεπὰς ἐμποιεῖ. ὅ δὴ καὶ θαυμάσειεν ἄν τις τῶν λεγόντων ὡς ταύτῃ τὸ ποτὸν δέχεται τὸ ζῷον· συμβαίνει γὰρ φανερῶς τὰ λεχθέντα πᾶσιν, οἷς ἂν παραρρυῇ τι τῆς τροφῆς.