Ancient Greek · ~4 min
Β, Chapter 14
Aristotle, Magna Moralia 14-2
Not analysed yet
—πότερον δέ ποπε ὁ σπουδαῖος φιλήσει αὐτὸς ἑαυτὸν μάλιστα ἢ οὔ; ἔστι μὲν οὖν αὐτὸς αὑτὸν μάλιστα ὡς φιλήσει, ἔστι δʼ ὡς οὔ ἐπειδὴ γάρ φαμεν τὸν σπουδαῖον ἐκστήσεσθαι τῶν ἀγαθῶν τῶν κατὰ τὸ συμφέρον τῷ φίλῳ, τὸν φίλον μᾶλλον αὑτοῦ φιλήσει. ναί, ἀλλʼ ᾗ τούτων ἐξιστάμενος τῷ φίλῳ αὑτῷ τὸ καλὸν περιποιεῖται, ταύτῃ ἐξίσταται τῶν τοιούτων. ἔστι μὲν οὖν ὡς τὸν φίλον αὐτὸς αὑτοῦ μᾶλλον φιλεῖ, ἔστι δὲ ὡς αὐτὸς αὑτὸν μάλιστα· κατὰ μὲν γὰρ τὸ συμφέρον τὸν φίλον, κατὰ δὲ τὸ καλὸν καὶ ἀγαθὸν αὐτὸς αὑτὸν μάλιστα· αὑτῷ γὰρ ταῦτα περιποιεῖται κάλλιστα ὄντα. ἔστι μὲν οὖν καὶ φιλάγαθος, οὐ φίλαυτος· μόνον γάρ, εἴπερ φιλεῖ αὐτὸς ἑαυτόν, ὅτι ἀγαθός. ὁ δὲ φαῦλος φίλαυτος· οὐδὲν γὰρ ἔχει διʼ ὃ φιλήσει αὐτὸς ἑαυτὸν οἷον καλόν τι, ἀλλʼ ἄνευ τούτων αὐτὸς ἑαυτὸν φιλήσει, αὐτός. διὸ καὶ οὗτος ἂν κυρίως λέγοιτο φίλαυτος.