Ancient Greek
Β, Chapter 15
Aristotle, Magna Moralia 15.1-2
Not analysed yet
ἐχόμενον δʼ ἂν εἴη ὑπὲρ αὐταρκείας εἰπεῖν καὶ τοῦ αὐτάρκους, πότερον ὁ αὐτάρκης προσδεήσεται φιλίας, ἢ οὔ, ἀλλʼ αὐτὸς ἑαυτῷ αὐτάρκης ἔσται καὶ κατὰ τοῦτο. λέγουσι γὰρ τοιαῦτα καὶ οἱ ποιηταί· “ὅταν δʼ ὁ δαίμων εὖ διδῷ, τί δεῖ φίλων;” ὅθεν καὶ ἡ ἀπορία γίγνεται, πότερον ὁ πάντα τἀγαθὰ ἔχων καὶ ὢν αὐτάρκης προσδεήσεται φίλου; ἢ τότε καὶ μάλιστα; τίνα γὰρ εὖ ποιήσει, ἢ μετὰ τοῦ συμβιώσεται; οὐ γὰρ δὴ μόνος γε διάξει.