Ancient Greek · ~2 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 33
Aristotle, Magna Moralia 33.31
Not analysed yet
ἀλλ' ἴσως ἐνταῦθα πάλιν ἀπορήσειεν ἄν τις, ἆρά γε ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν; ἐκ μὲν δὴ τοῦ ἀκρατοῦς σκοπουμένῳ ἔοικεν ἐνδέχεσθαι. καὶ πάλιν οὕτως. εἰ γὰρ ἃ ὁ νόμος πράττειν τάττει, ταῦτά ἐστιν δίκαια, ὁ μὴ πράττων ταῦτα ἀδικεῖ καὶ εἰ πρὸς ὃν κελεύει πράττειν, πρὸς τοῦτον εἰ μὴ πράττει, τοῦτον ἀδικεῖ, ὁ δὲ νόμος κελεύει σώφρονα εἶναι, οὐσίαν κεκτῆσθαι, σώματος ἐπιμελεῖσθαι, καὶ τἆλλο τὰ τοιαῦτα,· ὁ ἄρα ταῦτα μὴ πράττων ἀδικεῖ αὑτόν. εἰς οὐθένα γὰρ ἄλλον τῶν τοιούτων ἀδικημάτων ἡ ἀναφορὰ ἐστίν.