Ancient Greek · ~2 min
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 33
Aristotle, Magna Moralia 33.32
Not analysed yet
—ἀλλὰ μή ποτε ταῦτα οὐκ ἀληθῆ ἦν, οὐδʼ ἐνδέχεται αὐτὸν ἀδικεῖν αὑτόν. τὸν γὰρ αὐτὸν οὐκ ἐνδέχεται κατὰ τὸν . αὐτὸν χρόνον πλεῖον ἔχειν καὶ ἔλαττον, οὐδʼ ἑκόντα ἅμα καὶ ἄκοντα· ἀλλὰ μὴν ὁ ἀδικῶν, ᾗ ἀδικεῖ, πλεῖον ἔχει, ὁ δʼ ἀδικούμενος, ᾗ ἀδικεῖται, ἔλαττον. εἰ ἄρα αὐτὸς αὑτὸν ἀδικεῖ, ἐνδέχεται τὸν αὐτὸν κατὰ τὸν αὐτὸν χρόνον καὶ πλεῖον ἔχειν καὶ ἔλαττον. ἀλλὰ τοῦτʼ ἀδύνατον· οὐκ ἄρα ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν.