Ancient Greek
ΗΟΙΚΩΝ ΜΕΓΑΛΩΝ Α., Chapter 33
Aristotle, Magna Moralia 33.33
Not analysed yet
—ἔτι ὁ μὲν ἀδικῶν ἑκὼν ἀδικεῖ, ὁ δὲ ἀδικούμενος ἄκων ἀδικεῖται, ὥστε εἰ ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν, ἐνδέχοιτʼ ἂν ἅμα καὶ ἀκουσίως καὶ ἑκουσίως πράττειν τι· τοῦτο δὲ ἀδύνατον· οὐκ ἄρα οὐδʼ οὕτως ἐνδέχεται αὐτὸν αὑτὸν ἀδικεῖν.